§10.1αὐτὸς δὲ πάλιν εἰς Βρίξιλλον ἀνεχώρησε, καὶ τοῦτο προσεξαμαρτών, οὐχ ὅτι μόνον τὴν ἐν ὀφθαλμοῖς αὐτοῦ παρόντος αἰδῶ καὶ φιλοτιμίαν ἀφεῖλε τῶν ἀγωνιζομένων, ἀλλὰ καὶ τοὺς ἐρρωμενεστάτους καὶ προθυμοτάτους διʼ αὐτὸν ἱππεῖς καὶ πεζοὺς ἀπαγαγὼν φυλακὴν τοῦ σώματος ὡσπερεὶ στόμωμα τῆς δυνάμεως ἀπέκοψε.
奥托本人则再次退往布里克西卢姆,这又犯下了一个错误,他不仅消除了战斗人员因他亲临眼前而产生的敬畏和竞争心,而且还为了保护自己而带走了最强壮、最热情的骑兵和步兵作为贴身护卫,这无异于割去了军队的锋芒。
§10.2συνέβη δὲ ταῖς ἡμέραις ἐκείναις καὶ περὶ τὸν Ἠριδανὸν ἀγῶνα γενέσθαι, τοῦ μὲν Κεκίνα ζευγνύντος τὴν διάβασιν, τῶν δὲ Ὄθωνος εἰργόντων καὶ προσμαχομένων.
在那些日子里,埃里达努斯河畔也发生了一场战斗,塞奇纳正在架桥渡河,而奥托的士兵则予以阻击并与之搏斗。
ὡς δὲ οὐδὲν ἐπέραινον, ἐνθεμένων εἰς τὰ πλοῖα δᾷδα θείου καὶ πίττης ἀνάπλεων, διὰ τοῦ πόρου πνεῦμα προσπεσὸν ἄφνω τὴν παρεσκευασμένην ὕλην ἐπὶ τοὺς πολεμίους ἐξερρίπιζε.
当他们无法取得进展时,便在船上装载了涂满硫磺和沥青的火把,此时穿过河道的一阵风突然刮来,将这些准备好的易燃物吹向了敌人。
§10.3καπνοῦ δὲ πρῶτον, εἶτα λαμπρᾶς φλογὸς ἐκπεσούσης, ταραττόμενοι καὶ ἀποπηδῶντες εἰς τὸν ποταμὸν τάς τε ναῦς ἀνέτρεπον καὶ τὰ σώματα τοῖς πολεμίοις μετὰ γέλωτος παρεῖχον.
起初冒出浓烟,接着喷出熊熊烈火,他们陷入混乱,纷纷跳入河中,不仅弄翻了船只,还在敌人的嘲笑中暴露了自己的身体。
οἱ δὲ Γερμανοὶ τοῖς Ὄθωνος μονομάχοις περὶ νησῖδα τοῦ ποταμοῦ προσμίξαντες ἐκράτησαν καὶ διέφθειραν αὐτῶν οὐκ ὀλίγους.
德国士兵在河中的一个小岛附近与奥托的角斗士交战,占了上风,并消灭了其中不少人。