Humanitext Reader

普鲁塔克 · 德米特里与安东尼比较列传 §4.1-4.3

婚姻关系与放荡后果的比较

第 4 段,共 6 段 · 希腊语

内容简介

本文对比了德米特里和安东尼在婚姻以及因放荡而产生的不敬行为方面的表现,并得出结论:安东尼因无节制而伤害了自己,而德米特里则伤害了他人。

§4.1ἔτι Δημήτριος μέν, οὐ κεκωλυμένον, ἀλλʼ ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου γεγονὸς ἐν ἔθει τοῖς Μακεδόνων βασιλεῦσιν, ἐγάνει γάνους πλείονας, ὥσπερ Λυσίμαχος καὶ Πτολεμαῖος, ἔσχε δὲ διὰ τιμῆς ὅσας ἔγημεν· Ἀντώνιος δὲ πρῶτον μὲν ὁμοῦ δύο γυναῖκας ἠγάγετο, πρᾶγμα μηδενὶ Ῥωμαίῳ τετολμημένον, ἔπειτα τὴν ἀστὴν καὶ δικαίως γαμηθεῖσαν ἐξήλασε τῇ ξένῃ καὶ μὴ κατὰ νόμους συνούσῃ χαριζόμενος· ὅθεν ἐκ γάμου τῷ μὲν οὐθέν, τῷ δὲ τὰ μέγιστα τῶν κακῶν ἀπήντησεν.
此外,德米特里结了多次婚,这并非是被禁止的,而是自腓力和亚历山大以来马其顿国王们的惯例,就像利西马科斯和托勒密那样,而且他对他所娶的所有妻子都予以尊重;而安东尼首先同时娶了两个妻子,这是任何罗马人都不敢尝试的事,接着他为了迎合那个与他非法同居的异邦女子,驱逐了身为公民且合法娶进的妻子;因此,就婚姻而言,前者未遭遇任何不幸,而后者却遭遇了最大的灾难。
§4.2ἀσέβημα μέντοι τοσοῦτον δι’ ἀσέλγειαν οὐθὲν ταῖς Ἀντωνίου πράξεσιν ὅσον ταῖς Δημητρίου πρόσεστιν.
然而,安东尼的事迹中并没有像德米特里那样因放荡而带来的如此巨大的不敬神行为。
οἱ μὲν γὰρ ἱστορικοί φασι καὶ τῆς ἀκροπόλεως ὅλης εἴργεσθαι τὰς κύνας, διὰ τὸ τὴν μῖξιν ἐμφανῆ μάλιστα τοῦτο ποιεῖσθαι τὸ ζῷον· ὁ δὲ ἐν αὐτῷ τῷ Παρθενῶνι ταῖς τε πόρναις συνῆν καὶ τῶν ἀστῶν κατεπόρνευσε πολλάς·
因为历史学家们说,狗被禁止进入整个雅典卫城,是因为这种动物交配时最为公开;但他却在帕特农神殿本身之中与妓女同居,并且堕落了许多公民的妇女。
§4.3καὶ οὗ τις ἂν ἥκιστα τὰς τοιαύτας τρυφὰς καὶ ἀπολαύσεις οἴοιτο μετέχειν κακοῦ, τῆς ὠμότητος, τοῦτο ἔνεστι τῇ Δημητρίου φιληδονίᾳ, περιϊδόντος, μᾶλλον δὲ ἀναγκάσαντος, οἰκτρῶς ἀποθανεῖν τὸν κάλλιστον καὶ σωφρονέστατον Ἀθηναίων, φεύγοντα τὸ καθυβρισθῆναι.
此外,在人们最想不到此类奢华和享乐会沾染上某种邪恶——即残暴——的地方,这却存在于德米特里好色纵欲的天性中,因为他听任、甚至可以说是逼迫雅典最美丽、最贞洁的青年为了逃避凌辱而凄惨地死去。
συνελόντι δὲ εἰπεῖν, Ἀντώνιος μὲν ἑαυτὸν διὰ τὴν ἀκρασίαν, Δημήτριος δὲ ἄλλους ἠδίκησε.
简而言之,安东尼因放荡而害了自己,而德米特里则害了别人。

词汇与语法注释

  1. §4.1οὐ κεκωλυμένον, ἀλλʼ ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου γεγονὸς ἐν ἔθει — 由非人称表达的中性单数分词(οὐ κεκωλυμένον 和 γεγονός)构成的宾格绝对结构,形成一个让步或插入性质的从句。
  2. §4.1ἐγάνει γάνους — 标准校勘本通常作带有同族宾语的 ἐγάμει γάμους(“举办了多次婚礼”),而此处的写本异读 ἐγάνει γάνους(“享受了更多欢乐”)则是利用词形相似性产生的一种异读或双关表达。
  3. §4.3οὗ τις ἂν ἥκιστα... οἴοιτο — 关系副词 οὗ(在……地方/在……方面)引导一个包含潜在希求 power(ἄν + οἴοιτο,“人们最想不到会……”)的从句。
  4. §4.3περιϊδόντος, μᾶλλον δὲ ἀναγκάσαντος — 这些是属格分词,与前方的属格专有名词 Δημητρίου 一致,起修饰作用(意为“纵容、甚至可以说是逼迫……的德米特里的”)。
  5. §4.3συνελόντι δὲ εἰπεῖν — 由表示限制或关系的分词与格 συνελόντι(字面意为“对于进行概括的人”)与不定式 εἰπεῖν 连用,构成的一个惯用插入语,意为“简而言之”。

引用这一段

普鲁塔克, 德米特里与安东尼比较列传 §4.1-4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg059.humanitext-grc2:4.1-4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。