§3.1ὑβρισταὶ μὲν εὐτυχοῦντες ἀμφότεροι, καὶ πρὸς τρυφὰς ἀνειμένοι καὶ ἀπολαύσεις.
两人在顺境时都骄横无度,放纵于奢华和享乐之中。
οὐκ ἂν εἴποι δέ τις ὡς Δημήτριον ἐν εὐπαθείαις καὶ συνουσίαις ὄντα πράξεων καιρὸς ἐξέφυγεν, ἀλλὰ τῇ περιουσίᾳ τῆς σχολῆς ἐπεισῆγε τὰς ἡδονάς, καὶ τὴν Λάμιαν ὥσπερ τὴν μυθικὴν ἀτεχνῶς παίζων καὶ νυστάζων ἐποιεῖτο διαγωγήν.
然而,没有人会说德米特里在沉溺于宴饮快乐之中时,曾让行动的良机流逝;相反,他只是在闲暇的余裕中引入享乐,并且简直就像对待神话中的拉米亚那样,与拉米亚在一起嬉戏和打盹中度过光阴。
§3.2ἐν δὲ ταῖς τοῦ πολέμου παρασκευαῖς οὐκ εἶχεν αὐτοῦ τὸ δόρυ κιττόν, οὐδὲ μύρων ὠδώδει τὸ κράνος, οὐδὲ γεγανωμένος καὶ ἀνθηρὸς ἐπὶ τὰς μάχας ἐκ τῆς γυναικωνίτιδος προῄει, κοιμίζων δὲ τοὺς θιάσους καὶ τὰ βακχεῖα καταπαύων ἀμφίπολος Ἄρεος ἀνιέρου, κατὰ τὸν Εὐριπίδην, ἐγίνετο, καὶ δι’ ἡδονὴν ἢ ῥαθυμίαν οὐθὲν ἁπλῶς ἔπταισεν.
但在战争准备中,他的长矛上没有缠绕常春藤,他的头盔也没有散发出香油的芬芳,他更没有打扮得花枝招展、容光焕发地从后宫走向战场;相反,他平息狂欢,终止巴克科斯的祭仪,正如欧里庇得斯所说,成为了“不洁之阿瑞斯的侍从”,并且绝对没有因为享乐或懈怠而遭受任何失败。
§3.3Ἀντώνιον δέ, ὥσπερ ἐν ταῖς γραφαῖς ὁρῶμεν τοῦ Ἡρακλέους τὴν Ὀμφάλην ὑφαιροῦσαν τὸ ῥόπαλον καὶ τὴν λεοντῆν ἀποδύουσαν, οὕτω πολλάκις Κλεοπάτρα παροπλίσασα καὶ καταθέλξασα συνέπεισεν ἀφέντα μεγάλας πράξεις ἐκ τῶν χειρῶν καὶ στρατείας ἀναγκαίας ἐν ταῖς περὶ Κάνωβον καὶ Ταφόσιριν ἀκταῖς ἀλύειν καὶ παίζειν μετʼ αὐτῆς.
而对于安东尼,正如我们在画中所见,翁法勒夺走赫拉克勒斯的战槌并剥下他的狮皮那样,克利奥帕特拉也常常解下他的武装并迷住他,劝诱他放弃手中的伟大事业和必要的远征,在卡诺布斯和塔波西里斯周围的海岸上与她一同流连嬉戏。
§3.4τέλος δέ, ὡς ὁ Πάρις, ἐκ τῆς μάχης ἀποδρὰς εἰς τοὺς ἐκείνης κατεδύετο κόλπους· μᾶλλον δὲ ὁ μὲν Πάρις ἡττηθεὶς ἔφυγεν εἰς τὸν θάλαμον, Ἀντώνιος δὲ Κλεοπάτραν διώκων ἔφυγε καὶ προήκατο τὴν νίκην.
最后,他像帕里斯一样,从战场上逃脱,钻进她的怀抱;或者更确切地说,帕里斯是在战败后逃回卧室的,而安东尼则是为了追赶克利奥帕特拉而逃跑,从而白白丢弃了胜利。