§3.1ὑβρισταὶ μὲν εὐτυχοῦντες ἀμφότεροι, καὶ πρὸς τρυφὰς ἀνειμένοι καὶ ἀπολαύσεις.
両者ともに順境にあっては傲慢であり、贅沢と享楽に溺れていた。
οὐκ ἂν εἴποι δέ τις ὡς Δημήτριον ἐν εὐπαθείαις καὶ συνουσίαις ὄντα πράξεων καιρὸς ἐξέφυγεν, ἀλλὰ τῇ περιουσίᾳ τῆς σχολῆς ἐπεισῆγε τὰς ἡδονάς, καὶ τὴν Λάμιαν ὥσπερ τὴν μυθικὴν ἀτεχνῶς παίζων καὶ νυστάζων ἐποιεῖτο διαγωγήν.
しかし、デメトリオスが快楽や宴会の中にいるときに、実行の好機が彼を逃れ去ったとは、誰も言わないだろう。 そうではなく、彼は余暇の余剰において快楽を導入したのであり、まるで神話的なラミアであるかのように、ラミアとの日々を、まさに戯れ、まどろみつつ過ごしていたのである。
§3.2ἐν δὲ ταῖς τοῦ πολέμου παρασκευαῖς οὐκ εἶχεν αὐτοῦ τὸ δόρυ κιττόν, οὐδὲ μύρων ὠδώδει τὸ κράνος, οὐδὲ γεγανωμένος καὶ ἀνθηρὸς ἐπὶ τὰς μάχας ἐκ τῆς γυναικωνίτιδος προῄει, κοιμίζων δὲ τοὺς θιάσους καὶ τὰ βακχεῖα καταπαύων ἀμφίπολος Ἄρεος ἀνιέρου, κατὰ τὸν Εὐριπίδην, ἐγίνετο, καὶ δι’ ἡδονὴν ἢ ῥαθυμίαν οὐθὲν ἁπλῶς ἔπταισεν.
しかし、戦争の準備にあっては、彼の槍にはキッソスが巻きついておらず、兜が香油の香りを漂わせることもなく、また美しく装い華やいで後宮から戦いへと進み出ることもなかった。 むしろ、狂乱の集いを静め、バッカスの祭儀を終わらせて、エウリピデスが言うように「聖ならぬアレスの従者」となり、快楽や怠惰のゆえに失敗することはまったくなかった。
§3.3Ἀντώνιον δέ, ὥσπερ ἐν ταῖς γραφαῖς ὁρῶμεν τοῦ Ἡρακλέους τὴν Ὀμφάλην ὑφαιροῦσαν τὸ ῥόπαλον καὶ τὴν λεοντῆν ἀποδύουσαν, οὕτω πολλάκις Κλεοπάτρα παροπλίσασα καὶ καταθέλξασα συνέπεισεν ἀφέντα μεγάλας πράξεις ἐκ τῶν χειρῶν καὶ στρατείας ἀναγκαίας ἐν ταῖς περὶ Κάνωβον καὶ Ταφόσιριν ἀκταῖς ἀλύειν καὶ παίζειν μετʼ αὐτῆς.
一方アントニウスについては、絵画の中でオムパレがヘラクレスからこん棒を奪い取り、獅子の皮を剥ぎ取っているのを我々が見るように、同じように、しばしばクレオパトラが彼を武装解除し、魅了して、重大な事業や必要な遠征をその手から放棄させ、カノボスやタポシリスの周辺の海岸で彼女とともに彷徨い戯れるよう説得したのである。
§3.4τέλος δέ, ὡς ὁ Πάρις, ἐκ τῆς μάχης ἀποδρὰς εἰς τοὺς ἐκείνης κατεδύετο κόλπους·
そして最後には、パリスのように、戦いから逃れ出て彼女の胸へと滑り込んだ。
μᾶλλον δὲ ὁ μὲν Πάρις ἡττηθεὶς ἔφυγεν εἰς τὸν θάλαμον, Ἀντώνιος δὲ Κλεοπάτραν διώκων ἔφυγε καὶ προήκατο τὴν νίκην.
というよりはむしろ、パリスは敗北して寝室へと逃れたのであるが、アントニウスはクレオパトラを追いかけて逃亡し、勝利を投げ捨てたのである。