§2.1ἡ μέντοι προαίρεσις, ἀφʼ ἧς ἐκτήσαντο τὴν ἀρχήν, ἄμεμπτος ἐπὶ τοῦ Δημητρίου, κρατεῖν καὶ βασιλεύειν ἀνθ ρώπων εἰθισμένων κρατεῖσθαι καὶ βασιλεύεσθαι ζητοῦντος, ἡ δʼ Ἀντωνίου χαλεπὴ καὶ τυραννική, καταδουλουμένου τὸν Ῥωμαίων δῆμον ἄρτι διαφυγόντα τὴν ὑπὸ Καίσαρι μοναρχίαν.
然而,他们据以获得统治权的根本方针,在德米特里那里是无可非议的,因为他所寻求统治和称王的对象,是那些习惯于被统治和拥有君王的人;而安东尼的方针则是严酷且专制的,因为他试图奴役那些刚刚摆脱凯撒独裁统治的罗马人民。
§2.2ὃ δʼ οὖν μέγιστον αὐτῷ καὶ λαμπρότατόν ἐστι τῶν εἰργασμένων, ὁ πρὸς Κάσσιον καὶ Βροῦτον πόλεμος, ἐπὶ τῷ τὴν πατρίδα καὶ τοὺς πολίτας ἀφελέσθαι τὴν ἐλευθερίαν ἐπολεμήθη.
无论如何,在安东尼所取得的成就中最大且最辉煌的,即针对卡西乌斯和布鲁图斯的战争,却是为了剥夺祖国和公民的自由而战的。
Δημήτριος δέ, καὶ πρὶν εἰς τύχας ἐλθεῖν ἀναγκαίας, ἐλευθερῶν τὴν Ἑλλάδα καὶ τῶν πόλεων ἐξελαύνων τὰς φρουρὰς διετέλεσεν, οὐχ ὥσπερ Ἀντώνιος, ὅτι τοὺς ἐλευθερώσαντας τὴν Ῥώμην ἀπέκτεινεν ἐν Μακεδονίᾳ, σεμνυνόμενος.
相反,德米特里甚至在陷入被迫的困境之前,就一直致力于解放希腊,并将驻军从各个城市中驱逐出去,这与安东尼因在马其顿杀害了解放罗马的人而感到自豪大相径庭。
§2.3ἓν τοίνυν ἐστὶ τῶν ἐπαινουμένων Ἀντωνίου, τὸ φιλόδωρον καὶ μεγαλόδωρον, ἐν ᾧ τοσοῦτον ὑπεραίρει Δημήτριος ὥστε χαρίσασθαι τοῖς πολεμίοις ὅσα τοῖς φίλοις οὐκ ἔδωκεν Ἀντώνιος.
那么,安东尼备受赞誉的品质之一便是他的慷慨和乐施,但在这一点上,德米特里远远超越了他,以至于德米特里赏赐给敌人的财物,比安东尼给予朋友的还要多。
καίτοι ταφῆναί γε καὶ περισταλῆναι κελεύσας Βροῦτον ἐκεῖνος εὐδοκίμησεν· οὗτος δὲ καὶ τοὺς ἀποθανόντας τῶν πολεμίων πάντας ἐκήδευσε καὶ τοὺς ἁλόντας Πτολεμαίῳ μετὰ χρημάτων καὶ δωρεῶν ἀπέπεμψεν.
诚然,前者因下令安葬并用寿衣包裹布鲁图斯而赢得了声誉;但后者不仅安葬了所有阵亡的敌军,还将俘虏们附带金钱和礼物送回给普托勒迈乌斯。