Humanitext Reader

普鲁塔克 · 德米特里与安东尼比较列传 §1.1-1.3

权力崛起与立业基础的比较

第 1 段,共 6 段 · 希腊语

内容简介

开始对德米特里和安东尼进行比较,首先对比了德米特里如何继承其父安提柯所建立的基业,而安东尼则凭借自身资源崛起并作为恺撒的继承者建立起庞大的帝国。

§1.1ἐπεὶ τοίνυν μεγάλαι περὶ ἀμφοτέρους γεγόνασι μεταβολαί, πρῶτον τὰ τῆς δυνάμεως καὶ τῆς ἐπιφανείας σκοπῶμεν, ὅτι τῷ μὲν ἦν πατρῷα καὶ προκατειργασμένα, μέγιστον ἰσχύσαντος Ἀντιγόνου τῶν διαδόχων καὶ πρὸ τοῦ Δημήτριον ἐν ἡλικίᾳ γενέσθαι τὰ πλεῖστα τῆς Ἀσίας ἐπελθόντος καὶ κρατήσαντος·
既然他们两人都经历了命运的巨大变迁,我们首先来考察他们的权力和荣耀。 对于其中一人而言,这些是祖传的且已由父辈准备妥当的,因为在继承者中最为强大的安提柯,在德米特里成年之前,就已经席卷并征服了亚洲的大部分地区。
§1.2Ἀντώνιος δὲ χαρίεντος μὲν ἄλλως, ἀπολέμου δὲ καὶ μέγα μηδὲν εἰς δόξαν αὐτῷ καταλιπόντος γενόμενος πατρός, ἐπὶ τὴν Καίσαρος ἐτόλμησεν ἀρχήν, οὐδὲν αὐτῷ κατὰ γένος προσήκουσαν, ἐλθεῖν, καὶ τοῖς ἐκείνῳ προπεπονημένοις αὐτὸς ἑαυτὸν εἰσεποίησε διάδοχον.
而安东尼虽然出生于一个平时为人温和却不善征战、未曾给他留下任何足以建立名望的伟业的父亲,但他却胆敢谋取凯撒的统治权,这与他毫无血缘关系,但他却使自己成为凯撒预先奠定的基业的继承者。
καὶ τοσοῦτον ἴσχυσεν, ἐκ μόνων τῶν περὶ αὐτὸν ὑπαρχόντων ὁρμώμενος, ὥστε δύο μοίρας τὰ σύμπαντα ποιησάμενος τὴν ἑτέραν ἑλέσθαι καὶ λαβεῖν τὴν ἐπιφανεστέραν, ἀπὼν δὲ αὐτὸς ὑπηρέταις τε καὶ ὑποστρατήγοις Πάρθους τε νικῆσαι πολλάκις καὶ τὰ περὶ Καύκασον ἔθνη βάρβαρα μέχρι τῆς Κασπίας ὤσασθαι θαλάσσης.
他仅仅依靠自己身边的现有资源起家,却变得如此强大,以至于将整个世界划分为两个部分后,他选择并夺取了其中更为显赫的一半;不仅如此,虽然他本人不在场,但他通过部下和副将多次击败帕提亚人,并将高加索一带的蛮族部落驱逐直至里海。
§1.3μαρτύρια δὲ τοῦ μεγέθους αὐτῷ καὶ δι’ ἃ κακῶς ἀκούει.
他的伟大之处的证明,同时也是他遭受恶名的原因。
Δημητρίῳ μὲν γὰρ ὁ πατὴρ ἠγάπησε τὴν Ἀντιπάτρου Φίλαν ὡς κρείττονα συνοικῆσαι παρʼ ἡλικίαν, Ἀντωνίῳ δὲ ὁ Κλεοπάτρας γάμος ὄνειδος ἦν, γυναικὸς ὑπερβαλομένης δυνάμει καὶ λαμπρότητι πάντας πλὴν Ἀρσάκου τοὺς καθʼ αὑτὴν βασιλεῖς.
因为对于德米特里,他的父亲乐于让他迎娶安提帕特的女儿菲拉,虽然两人年龄不相称,但他认为她是一位适合共同生活的优秀女性;而对于安东尼,与克娄巴特拉的婚姻却是一个耻辱——这个女人在权力和显赫程度上超过了除阿尔沙克以外同时代的所有国王。
ἀλλʼ οὕτως ἐποίησε μέγαν ἑαυτὸν ὥστε τοῖς ἄλλοις μειζόνων ἢ ἐβούλετο δοκεῖν ἄξιος.
但是,他使自己变得如此伟大,以至于在其他人看来,他配得上比他自己所期望的还要伟大的事物。

词汇与语法注释

  1. 1.1μέγιστον ἰσχύσαντος Ἀντιγόνου — 独立属格结构(genitive absolute)。名词 `Ἀντιγόνου` 作逻辑主语,受分词 `ἰσχύσαντος`(以及接下来的 `ἐπελθόντος` 和 `κρατήσαντος`)修饰,用以说明在德米特里成年之前其父安提柯已确立强大势力的背景或原因。
  2. 1.1πρὸ τοῦ Δημήτριον ἐν ἡλικίᾳ γενέσθαι — 介词 `πρό` 与带冠词不定式 `τοῦ ... γενέσθαι` 结合,表示时间关系“在……之前”。宾格名词 `Δημήτριον` 作该不定式的逻辑主语。
  3. 1.2γενόμενος πατρός — 分词 `γενόμενος`(源自 `γίγνομαι`,“出生”)与表示出身的属格 `πατρός` 连用,用以表明安东尼的出身以及他父亲未能给他留下任何名望的背景。
  4. 1.2τοῖς ἐκείνῳ προπεπονημένοις — 中动/被动完成时分词 `προπεπονημένοις`(预先劳作/达成之事)伴随表示行为者的与格 `ἐκείνῳ`(指恺撒),意为“由恺撒预先辛勤取得的成果或地位”。
  5. 1.3συνοικῆσαι — 表示限定或目的的不定式,修饰短语 `ὡς κρείττονα`(作为更优秀的女性),意为“适合与之共同生活(作为妻子)”。
  6. 1.3ἀλλʼ οὕτως ἐποίησε μέγαν ἑαυτὸν — 若采用抄本中的反身代词 `ἑαυτόν`,主语则是安东尼自己,译作“安东尼使自己变得如此伟大”。而部分校勘本将其改为 `αὐτόν`(他),从而使主语变成克娄巴特拉(或这段婚姻),译作“她(或婚姻)使他变得如此伟大”,这一读法在许多现代译本中被采用以使对比更加连贯。

引用这一段

普鲁塔克, 德米特里与安东尼比较列传 §1.1-1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg059.humanitext-grc2:1.1-1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。