Humanitext Reader

普鲁塔克 · 亚基斯与克里昂米尼及格拉古兄弟比较列传 §2.1-2.4

改革规模与性质的比较

第 2 段,共 5 段 · 希腊语

内容简介

作者比较了格拉古兄弟与亚基斯、克里昂米尼改革方案的规模和性质,指出斯巴达的改革是基于祖传法律的根本性变革,并使斯巴达在希腊重新崛起。

§2.1ἥ γε μὴν ἐπιβουλὴ καὶ τόλμα τῶν καινοτομουμένων πολὺ τῷ μεγέθει παρήλλαττεν.
然而,企图进行的改革在计划和胆量上的规模却大不相同。
ἐπολιτεύοντο γὰρ ὁ μὲν ὁδῶν κατασκευὰς καὶ πόλεων κτίσεις, καὶ τὸ πάντων νεανικώτατον ἦν Τιβερίῳ μὲν ἀνασῶσαι δημοσίους ἀγρούς, Γαΐῳ δὲ μῖξαι τὰ δικαστήρια προσεμβαλόντι τῶν ἱππικῶν τριακοσίους· §2.2ὁ δὲ Ἄγιδος καὶ Κλεομένους νεωτερισμός, τὸ μικρὰ καὶ κατὰ μέρος τῶν ἡμαρτημένων ἰᾶσθαι καὶ ἀποκόπτειν ὕδραν τινὰ τέμνοντος, ὥς φησιν ὁ Πλάτων, ἡγησάμενος εἶναι, τὴν ἅμα πάντα ἀπαλλάξαι κακὰ καὶ μετασκευάσαι δυναμένην μεταβολὴν ἐπῆγε τοῖς πράγμασιν.
因为前者实施的政策是修建道路和建立城市,而其中最大胆的是,对提贝里乌斯而言是收回公有地,对盖乌斯而言则是通过加入三百名骑士来混编法庭;但亚基斯和克里昂米尼的变革,认为像柏拉图所说的那样,小范围地、部分地治疗过错,就像是在砍掉九头蛇的首级一样,因而向国家引入了一种能够一次性消除所有邪恶并彻底重塑体制的变革。
§2.3ἀληθέστερον δʼ ἴσως εἰπεῖν ἐστιν ὅτι τὴν πάντα ἀπεργασαμένην κακὰ μεταβολὴν ἐξήλαυνεν, ἀπάγων καὶ καθιστὰς εἰς τὸ οἰκεῖον σχῆμα τὴν πόλιν.
但或许更真实的说法是,它驱逐了那造成所有邪恶的变革,将城邦带回并恢复到其原有的面貌。
ἐπεὶ καὶ τοῦτο ἄν τις εἴποι, τῇ μὲν Γράγχων πολιτείᾳ τοὺς μεγίστους ἐνίστασθαι Ῥωμαίων, οἷς δὲ Ἆγις ἐνεχείρησε, Κλεομένης δὲ τὸ ἔργον ἐπέθηκε, τῶν παραδειγμάτων τὸ κάλλιστον ὑπέκειτο καὶ μεγαλοπρεπέστατον, αἱ πάτριοι ῥῆτραι περὶ σωφροσύνης καὶ ἰσότητος, ὧν τούτοις μὲν ὁ Λυκοῦργος, ἐκείνῳ δὲ ὁ Πύθιος βεβαιωτής.
因为人们也可以这样说,格拉古兄弟的施政遭到了最显赫的罗马人的反对,而亚基斯所尝试、克里昂米尼所完成的事业,却有着最美丽、最宏伟的范本作为基础,即关于克制与平等的祖传法律,对于这些法律,吕库古是他们的保证人,而皮提亚则是他的保证人。
§2.4ὃ δὲ μέγιστον, ὅτι τοῖς μὲν ἐκείνων πολιτεύμασιν εἰς οὐδὲν ἡ Ῥώμη μεῖζον ἐπέδωκε τῶν ὑπαρχόντων, ἐκ δὲ ὧν ὁ Κλεομένης ἔπραξεν, ὀλίγου χρόνου τὴν Σπάρτην τῆς Πελοποννήσου κρατοῦσαν ἡ Ἑλλὰς ἐπεῖδε καὶ τοῖς τότε μέγιστον δυναμένοις διαγωνιζομένην ἀγῶνα τὸν περὶ τῆς ἡγεμονίας, οὗ τέλος ἦν ἀπαλλαγεῖσαν Ἰλλυρικῶν ὅπλων καὶ Γαλατικῶν τὴν Ἑλλάδα κοσμεῖσθαι πάλιν ὑφʼ Ἡρακλείδαις.
而最伟大的是,前者的政策并没有使罗马比现有的基础取得更进一步的发展,但从克里昂米尼的所作所为中,不久之后希腊便看到斯巴达统治了伯罗奔尼撒,并与当时最强大的势力进行争夺霸权的斗争,其终点是,在免受伊利里亚和高卢武力的威胁后,希腊再次在赫拉克勒斯后裔的统治下重建秩序。

词汇与语法注释

  1. 2.1νεανικώτατον — 表示“年轻的”形容词的最高级中性形式。在此处比喻性地表示“最大胆的”、“最有锐气的”或“最激进的”,反映了格拉古兄弟政治改革的充满激情和果敢的性质。
  2. 2.2ὕδραν τινὰ τέμνοντος — 依赖于不定式 εἶναι 的谓语属格,表示微调或局部地治疗过错这一行为,属于“砍掉九头蛇(首级)之人的特征(工作)”。此表达背景源于对柏拉图《国家篇》的引用。
  3. 2.3τούτοις μὲν ὁ Λυκοῦργος, ἐκείνῳ δὲ ὁ Πύθιος — 指示代词指代对象的对比。复数形式的 τούτοις(这些)指代最近提及的亚基斯和克里昂米尼,而单数形式的 ἐκείνῳ(那个人)指代较远的吕库古。这形成了一个嵌套结构,意为“吕库古是亚基斯等人的保证人,而皮提亚之神则是吕库古的保证人”。
  4. 2.4ὀλίγου χρόνου — 表示时间的属格。表达动作在某一限定时间段内发生的“期间”概念,在此处意为“在短时间内”或“不久之后”。

引用这一段

普鲁塔克, 亚基斯与克里昂米尼及格拉古兄弟比较列传 §2.1-2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg053.humanitext-grc2:2.1-2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。