§1.1ἡμῖν δὲ καὶ ταύτης πέρας ἐχούσης τῆς διηγήσεως ὑπολείπεται λαβεῖν ἐκ παραλλήλου τῶν βίων τὴν ἀποθεώρησιν, τοὺς μὲν οὖν Γράγχους οὐδʼ οἱ πάνυ τἆλλα κακῶς λέγοντες καὶ μισοῦντες ἐτόλμησαν εἰπεῖν ὡς οὐκ εὐφυέστατοι πρὸς ἀρετὴν ἐγένοντο Ῥωμαίων ἁπάντων, καὶ ροφῆς τε καὶ παιδεύσεως ἐκπρεποῦς ἔτυχον·
既然这一叙述也已结束,我们剩下要做的是,并列对这些生活进行比较考察。 至于格拉古兄弟,即使是那些在其他方面极力诋毁并憎恨他们的人,也不敢说他们不是所有罗马人中天生最适合美德的人,也不敢说他们没有获得杰出的抚育和教育。
§1.2τἡ δὲ Ἄγιδος καὶ Κλεομένους φύσις ἐρρωμενεστέρα φαίνεται τῆς ἐκείνων γενομένη, παρʼ ὅσον οὔτε παιδείας μεταλαβόντες ὀρθῆς, ἔθεσί τε καὶ διαίταις ἐντραφέντες ὑφʼ ὧν οἱ πρεσβύτεροι πάλαι διεφθόρεισαν, αὑτοὺς ἡγεμόνας εὐτελείας καὶ σωφροσύνης παρέσχον.
然而,亚基斯和克里昂米尼的天性似乎比他们的更为强韧,因为他们既没有接受过正确的教育,又是在长辈们早已因此败坏的习俗和生活方式中抚养长大的,却使自己成为了节俭与克制的表率。
§1.3ἔτι δὲ οἱ μέν, ὅτε λαμπρότατον εἶχεν ἡ Ῥώμη καὶ μέγιστόν ἀξίωμα καὶ καλῶν ἔργων ζῆλον, ὥσπερ διαδοχὴν ἀρετῆς πατρῴας καὶ προγονικῆς ᾐσχύνθησαν ἐγκαταλιπεῖν οἱ δὲ καὶ πατέρων τἀναντία προῃρημένων γεγονότες, καὶ τὴν πατίδα μοχθηρὰ πράττουσαν καὶ νοσοῦσαν παραλαβόντες, οὐδέν τι διὰ ταῦτα τὴν πρὸς τὸ καλὸν ἀπήμβλυναν ὁρμήν.
此外,前者在罗马处于最辉煌、拥有最高威望以及对高尚行为充满热忱的时期,感到羞于抛弃这仿佛是继承自父辈和祖先的美德遗产;而后者虽然出生于选择了相反道路的父亲,且接手了处于悲惨和病态状态中的祖国,却并未因此丝毫减弱他们追求高尚的冲动。
§1.4καὶ μὴν τῆς γε Γράγχων ἀφιλοχρηματίας καὶ πρὸς ἀργύριον ἐγκρατείας μέγιστόν ἐστιν ὅτι λημμάτων ἀδίκων καθαροὺς ἐν ἀρχαῖς καὶ πολιτείαις διεφύλαξαν ἑαυτούς· Ἆγις δὲ κἂν διηγανάκτησεν ἐπὶ τῷ μηδὲν ἀλλότριον λαβεῖν ἐπαινούμενος, ὃς τὴν οὐσίαν τὴν ἑαυτοῦ τοῖς πολίταις ἐπέδωκεν, ἄνευ τῶν ἄλλων κτημάτων ἑξακόσια τάλαντα νομίσματος ἔχουσαν.
再者,关于格拉古兄弟的清廉和对金钱的克制,最大的证明就是他们在担任官职和参与政治时,使自己保持不受不义之财的玷污;但亚基斯对于因不拿别人的任何东西而受到称赞,甚至会感到愤慨,他将自己的财产分给公民,除了其他产业外,他的财产还拥有六百塔兰同的现金。
πηλίκον οὖν ἐνόμιζε κακὸν εἶναι τὸ κερδαίνειν ἀδίκως ὁ καὶ δικαίως πλέον ἔχειν ἑτέρου πλεονεξίαν ἡγούμενος;
那么,对于一个认为即使公正地比别人拥有更多也是一种贪婪的人来说,他会认为不义地牟利是多么巨大的邪恶呢?