§1.1ἐκκειμένων οὖν τῶν βίων ἐπιδράμωμεν τῷ λόγῳ ταχέως τὰ ποιοῦντα τὰς διαφοράς, παρʼ ἄλληλα συνάγοντες, ἔστι δὲ ταῦτα·
既然他们的生平已展现在我们面前,就让我们在叙述中通过相互对照,迅速浏览一下造成他们之间差异的因素。
πρῶτον, ὅτι Πομπήϊος ἐκ τοῦ δικαιοτάτου τρόπου παρῆλθεν εἰς δύναμιν καὶ δόξαν, αὐτὸς ὁρμηθεὶς ἀφʼ ἑαυτοῦ καὶ πολλὰ καὶ μεγάλα Σύλλᾳ τὴν Ἰταλίαν ἀπὸ τῶν τυράννων ἐλευθεροῦντι συγκατεργασάμενος, §1.2Ἀγησίλαος δὲ τὴν βασιλείαν ἔδοξε λαβεῖν οὔτε τὰ πρὸς θεοὺς ἄμεμπτος οὔτε τὰ πρὸς ἀνθρώπους, κρίνας νοθείας Λεωτυχίδην, ὃν υἱὸν αὑτοῦ ἀπέδειξεν ἀδελφὸς γνήσιον, τὸν δὲ χρησμὸν κατειρωνευσάμενος τὸν περὶ τῆς χωλότητος.
这些因素如下:第一,庞培是通过最公正的途径获得权力和声望的,他完全是凭一己之力起家,并协助正在从僭主手中解放意大利的苏拉共同完成了许多伟大的功绩;而阿格西劳斯则被认为在获取王位时,无论对神还是对人都非无可指责,因为他判定其胞兄曾宣布为亲生子的里奥提西德斯为私生子,并虚伪地解释了关于跛足的神谕。
δεύτερον, ὅτι Πομπήϊος Σύλλαν καὶ ζῶντα τιμῶν διετέλεσε καὶ τεθνηκότος ἐκήδευσε βιασάμενος Λέπιδον τὸ σῶμα, καὶ τῷ παιδὶ Φαύστῳ τὴν αὑτοῦ θυγατέρα συνῴκισεν, Ἀγησίλαος δὲ Λύσανδρον ἐκ τῆς τυχούσης προφάσεως ὑπεξέρριψε καὶ καθύβρισε.
第二,庞培对活着时的苏拉始终予以尊重,并在其死后顶住雷皮杜斯的反对为其举行了葬礼,还将自己的女儿嫁给了苏拉的儿子福斯图斯;而阿格西劳斯则因微不足道的借口排挤并侮辱了莱桑德。
§1.3καίτοι Σύλλας μὲν οὐκ ἐλαττόνων ἔτυχεν ἢ Πομπηΐῳ παρέσχεν, Ἀγησίλαον δὲ Λύσανδρος καὶ τῆς Σπάρτης βασιλέα καὶ τῆς Ἑλλάδος στρατηγὸν ἐποίησε.
然而,苏拉从庞培那里得到的并不比他给予庞培的少,而莱桑德却使阿格西劳斯既成为了斯巴达的国王,又成为了全希腊的统帅。
τρίτον δέ, αἱ περὶ τὰ πολιτικὰ τῶν δικαίων παραβάσεις Πομπηΐῳ μὲν διʼ οἰκειότητας ἐγένοντο· τὰ γὰρ πλεῖστα Καίσαρι καὶ Σκηπίωνι συνεξήμαρτε κηδεσταῖς οὖσιν· §1.4Ἀγησίλαος δὲ Σφοδρίαν μὲν ἐφʼ οἷς Ἀθηναίους ἠδίκησεν ἀποθανεῖν ὀφείλοντα τῷ τοῦ παιδὸς ἔρωτι χαριζόμενος ἐξήρπασε, Φοιβίδᾳ δὲ Θηβαίους παρασπονδήσαντι δῆλος ἦν διʼ αὐτὸ τὸ ἀδίκημα προθύμως βοηθῶν·
第三,庞培在政治事务中对正义的侵犯是出于亲族关系,因为他所犯的大多数错误都是与作为其姻亲的恺撒和西庇阿共同犯下的;而阿格西劳斯为了迎合儿子的恋情,解救了因对雅典人犯下不义而理应处死的斯福德里亚斯,并且对于背叛底比斯人的菲比达斯,他显然正是因为这一罪行本身而热心地予以协助。
καθόλου δὲ ὅσα Ῥωμαίους διʼ αἰδῶ Πομπήϊος ἢ ἄγνοιαν αἰτίαν ἔσχε βλάψαι, ταῦτα θυμῷ καὶ φιλονεικίᾳ Λακεδαιμονίους Ἀγησίλαος ἔβλαψε τὸν Βοιώτιον ἐκκαύσας πόλεμον.
总之,庞培因出于顾忌或无知而被指责对罗马人造成的伤害,阿格西劳斯则因愤怒和好胜心,通过燃起波奥蒂亚战争,对拉刻代蒙人造成了同样的伤害。