§5.1Μαρίου δὲ καταπλεύσαντος ἐκ Λιβύης καὶ τῷ Κίννᾳ προστιθέντος ἑαυτὸν ὡς ἰδιώτην ὑπάτῳ, τοῖς μὲν ἄλλοις ἐδόκει δέχεσθαι, Σερτώριος δὲ ἀπηγόρευεν, εἴτε τὸν Κίνναν ἧττον οἰόμενος ἑαυτῷ προσέξειν ἀνδρὸς ἡγεμονικωτέρου παρόντος, εἴτε τὴν βαρύτητα τοῦ Μαρίου δεδοικώς, μὴ πάντα τὰ πράγματα συγχέῃ θυμῷ μέτρον οὐκ ἔχοντι, πέρα δίκης ἐν τῷ κρατεῖν προερχόμενος.
当马略从利比亚乘船归来,并作为普通公民投奔身为执政官的辛纳时,其他人均认为应该接纳他,唯独塞尔托里乌斯表示反对,这或许是因为他认为在一位更具统帅力的人物在场时,辛纳将较少关注自己,又或许是因为他惧怕马略的残酷性,担心他会以无法克制的怒火将一切事务搞得混乱不堪,在胜利时甚至超越正义的界限。
§5.2ἔλεγεν οὖν μικρὸν εἶναι τὸ ὑπολειπόμενον ἔργον αὐτοῖς ἤδη κρατοῦσι, δεξαμένων δὲ τὸν Μάριον τὸ σύμπαν οἴσεσθαι τῆς δόξης ἐκεῖνον καὶ τῆς δυνάμεως, χαλεπὸν ὄντα πρὸς κοινωνίαν ἀρχῆς καὶ ἄπιστον.
因此,塞尔托里乌斯说,对于已经获胜的他们来说,剩下的任务已经很少,但如果接纳马略,全部的名声和权力都将被他一人夺去,因为他是一个难以共掌大权且不可信任的人。
εἰπόντος δὲ τοῦ Κίννα ταῦτα μὲν ὀρθῶς ὑπολογίζεσθαι τὸν Σερτώριον, αἰδεῖσθαι δὲ καὶ διαπορεῖν ὅπως ἀπώσεται τὸν Μάριον αὐτὸς ἐπὶ κοινωνίᾳ πραγμάτων κεκληκώς,
辛纳则回答说,塞尔托里乌斯的这些考虑固然正确,但他自己感到羞愧和为难,不知该如何拒绝他亲自邀请来共谋大事的马略。
§5.3ὑπολαβὼν ὁ Σερτώριος εἶπεν
ἀλλʼ ἐγὼ μὲν αὐτὸν ἀφʼ ἑαυτοῦ Μάριον ἥκειν νομίζων εἰς Ἰταλίαν τὸ συμφέρον ἐσκόπουν σοὶ δὲ τὴν ἀρχὴν οὐδὲ βουλεύεσθαι καλῶς εἶχεν ἥκοντος ὃν αὐτὸς ἐλθεῖν ἠξίωσας, ἀλλὰ χρῆσθαι καὶ δέχεσθαι, τῆς πίστεως μηδενὶ λογισμῷ χώραν διδούσης
οὕτως μεταπέμπεται τὸν Μάριον Κίννας· καὶ τριχῇ τῆς δυνάμεως διανεμηθείσης ἦρχον οἱ τρεῖς.
塞尔托里乌斯接着说道: “不过,我原本以为马略是凭自己的意愿来到意大利的,因此才考虑了对你有利的抉择;但既然你亲自请求他来,而他也已经到了,你便甚至不该再作权衡,而是应该任用并接纳他,因为信义使任何算计都没有了余地。 ” 于是辛纳召回了马略;军队分为三部分,由他们三人共同统帅。
§5.4διαπολεμηθέντος δὲ τοῦ πολέμου καὶ τῶν περὶ τὸν Κίνναν καὶ Μάριον ἐμφορουμένων ὕβρεώς τε καὶ πικρίας ἁπάσης, ὥστε χρυσὸν ἀποδεῖξαι Ῥωμαίοις τὰ τοῦ πολέμου κακά, Σερτώριος λέγεται μόνος οὔτε ἀποκτεῖναί τινα πρὸς ὀργὴν οὔτε ἐνυβρίσαι κρατῶν, ἀλλὰ καὶ τῷ Μαρίῳ δυσχεραίνειν καὶ τὸν Κίνναν ἐντυγχάνων ἰδίᾳ καὶ δεόμενος μετριώτερον ποιεῖν.
战争结束之后,辛纳和马略的部下们沉溺于一切傲慢与残酷之中,以至于罗马人觉得以往战争的灾难简直如同黄金般珍贵,但据说唯有塞尔托里乌斯既没有因愤怒而杀害任何人,也没有在得势时肆意侮辱他人,反而对马略的行径感到厌恶,并私下会见辛纳,恳求他行事更为温和。
§5.5τέλος δὲ τῶν δούλων, οὓς Μάριος συμμάχους μὲν ἐν τῷ πολέμῳ δορυφόρους δὲ τῆς τυραννίδος ἔχων ἰσχυροὺς καὶ πλουσίους ἐποίησε, τὰ μὲν ἐκείνου διδόντος καὶ κελεύοντος, τὰ δὲ καὶ βίᾳ παρανομούντων εἰς τοὺς δεσπότας, σφαττόντων μὲν αὐτούς, ταῖς δὲ δεσποίναις πλησιαζόντων καὶ βιαζομένων τοὺς παῖδας, οὐκ ἀνασχετὰ ποιούμενος ὁ Σερτώριος ἅπαντας ἐν ταὐτῷ στρατοπεδεύοντας κατηκόντισεν, οὐκ ἐλάττους τετρακισχιλίων ὄντας.
最后,对于那些马略在战争中视作盟友、并在独裁统治中用作卫士而使其变得强大且富有的奴隶,他们有时在马略的授意和命令下,有时则凭借暴力对主人进行不法侵害,屠杀主人、奸污女主人并凌辱孩子们,塞尔托里乌斯认为这些恶行不可容忍,便趁他们都在同一处驻扎时,将他们全部用标枪射杀,其人数不下于四千人。