Humanitext Reader

普鲁塔克 · 塞多留传 §27.1-27.4

培尔朋纳的败亡与庞培焚信

第 27 段,共 27 段 · 希腊语

内容简介

培尔朋纳企图利用塞托里乌斯遗留的军队对抗庞培,但迅速惨败并被俘。为保全性命,培尔朋纳企图向庞培出示罗马显贵通敌的亲笔信,但庞培为防止国内动荡,未阅便将信件全部烧毁,并迅速处决了培尔朋纳及其同谋者。

§27.1οἱ μὲν οὖν πλεῖστοι τῶν Ἰβήρων εὐθὺς ᾤχοντο καὶ παρέδωκαν ἑαυτοὺς ἐπιπρεσβευσάμενοι τοῖς περὶ Πομπήϊον καὶ Μέτελλον τοὺς δὲ συμμείναντας ὁ Περπέννας ἀναλαβὼν ἐπεχείρει τι πράττειν.
于是,大多数伊比利亚人立刻离去,并派使节向庞培和美特路斯投降。 而培尔朋纳则率领留下的人,企图有所作为。
χρησάμενος δὲ ταῖς Σερτωρίου παρασκευαῖς ὅσον ἐνασχημονῆσαι καὶ φανερὸς γενέσθαι μήτε ἄρχειν μήτε ἄρχεσθαι πεφυκώς, Πομπηΐῳ συνέβαλε·
他利用塞托里乌斯留下的军备,其程度仅够让他丢尽脸面,并暴露出自己天生既不能统治也不能被统治,随后便与庞培交战。
§27.2καὶ ταχὺ συντριβεὶς ὑπʼ αὐτοῦ καὶ γενόμενος αἰχμάλωτος οὐδὲ τὴν ἐσχάτην ὑπέμεινε συμφορὰν ἡγεμονικῶς, ἀλλὰ τῶν Σερτωρίου γραμμάτων κύριος γεγονώς ὑπισχνεῖτο Πομπηΐῳ δείξειν ὑπατικῶν ἀνδρῶν καὶ μέγιστον ἐν Ῥώμῃ δυναμένων αὐτογράφους ἐπιστολάς, καλούντων Σερτώριον εἰς Ἰταλίαν, ὡς πολλῶν ποθούντων τὰ παρόντα κινῆσαι καὶ μεταβαλεῖν τὴν πολιτείαν.
他很快被庞培击溃并成为俘虏,却连这最后的厄运也没能像个领袖那样去面对,反而,由于掌握了塞托里乌斯的书信,他向庞培承诺,将出示执政官级人物以及在罗马最有权势之人的亲笔信,这些信件邀请塞托里乌斯前往意大​​利,理由是许多人都渴望动摇现状并改变政体。
§27.3ἔργον οὖν ὁ Πομπήϊος οὐ νέας φρενός, ἀλλʼ εὖ μάλα βεβηκυίας καὶ κατηρτυμένης ἐργασάμενος μεγάλων ἀπήλλαξε τὴν Ῥώμην φόβων καὶ νεωτερισμῶν, τὰς μὲν γὰρ ἐπιστολὰς ἐκείνας καὶ τὰ γράμματα τοῦ Σερτωρίου συναγαγὼν ἅπαντα κατέκαυσεν οὔτε αὐτὸς ἀναγνοὺς οὔτε ἐάσας ἕτερον· αὐτὸν δὲ τὸν Περπένναν κατὰ τάχος ἀνεῖλε, φοβηθεὶς μὴ τῶν ὀνομάτων ἐξενεχθέντων πρός τινας ἀποστάσεις καὶ ταραχαὶ γένωνται.
因而,庞培做出了一个并非出于年轻气盛、而是出于极其成熟且历练过的头脑的举动,使罗马免于巨大的恐惧和叛乱之危。 因为他将那些信件以及塞托里乌斯的所有文书收集起来悉数烧毁,既没有自己阅读,也没有允许旁人阅读;至于培尔朋纳本人,他则迅速予以处决,担心若是名字泄露出去,会在某些人中引发叛乱和骚动。
§27.4τῶν δὲ τῷ Περπέννᾳ συνομοσαμένων οἱ μὲν ἐπὶ Πομπήϊον ἀναχθέντες διεφθάρησαν, οἱ δὲ φεύγοντες εἰς Λιβύην ὑπὸ Μαυρουσίων κατηκοντίσθησαν.
在与培尔朋纳共同谋反的人中,有的被押送到庞培面前处死,有的逃往利比亚,结果被毛鲁西亚人用标枪刺死。
διέφυγε δʼ οὐδεὶς πλὴν Αὐφίδιος ὁ τοῦ Μαλλίου ἀντεραστής· οὗτος δὲ ἢ λαθὼν ἢ παραμεληθεὶς ἔν τινι βαρβάρῳ κώμῃ πενόμενος καὶ μισούμενος κατεγήρασεν.
除去马里乌斯的竞争对手奥菲迪乌斯外,没有一个人得以幸免;而此人要么是隐瞒了踪迹,要么是被置之不理,在某个蛮族的村庄里,于贫困与令人唾弃中终老。

词汇与语法注释

  1. §27.1ὅσον ἐνασχημονῆσαι καὶ φανερὸς γενέσθαι — 源自关系代词/副词的 ὅσον 在此直接接不定式,表示程度或结果(“足以……”、“仅仅达到……的程度”)。这里带讽刺意味地指出,培尔朋纳利用塞托里乌斯遗留的军备,除了丢人现眼和暴露无能之外一无所成。
  2. §27.2καλούντων ... ὡς πολλῶν ποθούντων — 分词 καλούντων 为属格,与前文的 ὑπατικῶν ἀνδρῶν... 一致(作定语修饰)。随后的 ὡς πολλῶν ποθούντων 是带有连词 ὡς(表示主观理由)的属格绝对结构,说明信中写信人所声称的理由(“因为有许多人渴望变革……”)。
  3. §27.3ἔργον ... οὐ νέας φρενός ... ἐργασάμενος — 属格短语 οὐ νέας φρενός(并非出于年轻的心智,即成熟的心智)是性质属格,用以修饰这一举动(ἔργον)。名词 ἔργον 自身作为分词 ἐργασάμενος 的同源宾语起作用。

引用这一段

普鲁塔克, 塞多留传 §27.1-27.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg042.humanitext-grc2:27.1-27.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。