Humanitext Reader

普鲁塔克 · 塞多留传 §23.1-23.5

米特拉达梯提议结盟与塞托里乌斯的拒绝

第 23 段,共 27 段 · 希腊语

内容简介

米特鲁斯向名声大噪的塞托里乌斯派遣使节,提议提供资金和舰队支持,以换取塞托里乌斯对其占有亚细亚的认可。塞托里乌斯违背议会其他成员的意愿,断然拒绝割让曾属罗马的亚细亚行省。

§23.1ἦν δὲ καὶ τὰ πρὸς Μιθριδάτην αὐτοῦ πολιτεύματα μεγαλοφροσύνης, ἐπεὶ γὰρ ἐκ τοῦ κατὰ Σύλλαν σφάλματος ὁ Μιθριδάτης ὥσπερ εἰς πάλαισμα δεύτερον ἀνιστάμενος αὖθις ἐπεχείρησε τῇ Ἀσίᾳ, μέγα δὲ ἤδη τὸ Σερτωρίου κλέος ἐφοίτα πανταχόσε καὶ τῶν περὶ αὐτοῦ λόγων ὥσπερ φορτίων ξενικῶν οἱ πλέοντες ἀπὸ τῆς ἑσπέρας ἀναπεπλήκεσαν τὸν Πόντον,
而他对米特鲁斯的政治外交举措,也展现了他的宽宏器量。 因为当米特鲁斯在苏拉手下战败后,仿佛重新站起身来准备进行第二轮摔跤比赛一般,再度对亚细亚发起攻击时,塞托里乌斯的伟大名声已经传遍四方,从西方航行而来的人们,带着关于他的传闻如同外国商品一般,填满了整个蓬托斯海。
§23.2ὥρμητο διαπρεσβεύεσθαι πρὸς αὐτόν, ἐπηρμένος μάλιστα ταῖς τῶν κολάκων ἀλαζονείαις, οἳ τὸν μὲν Σερτώριον Ἀννίβᾳ, τὸν δὲ Μιθριδάτην Πύρρῳ παρεικάζοντες οὐκ ἂν ἔφασαν Ῥωμαίους πρὸς τηλικαύτας ὁμοῦ φύσεις τε καὶ δυνάμεις ἐπιχειρουμένους διχόθεν ἀντισχεῖν, τοῦ δεινοτάτου στρατηγοῦ τῷ μεγίστῳ τῶν βασιλέων προσγενομένου.
他急于向塞托里乌斯派遣使节,这主要是由于阿谀奉承之徒的大言不惭使他得意忘形。 这些侍从将塞托里乌斯比作汉尼拔,将米特鲁斯比作皮洛士,声称如果罗马人同时面对如此非凡的才能与军事力量、遭受来自两面的夹击,绝不可能抵挡得住,因为最可怕的将领已经加入了最伟大的君王一方。
§23.3πέμπει δὴ πρέσβεις ὁ Μιθριδάτης εἰς Ἰβηρίαν γράμματα Σερτωρίῳ καὶ λόγους κομίζοντας, διʼ ὧν αὐτὸς μὲν ἐπηγγέλλετο χρήματα καὶ ναῦς παρέξειν εἰς τὸν πόλεμον, ὑπʼ ἐκείνου δὲ ἠξίου τὴν Ἀσίαν αὐτῷ βεβαιοῦσθαι πᾶσαν, ἧς ὑπεχώρησε Ῥωμαίοις κατὰ τὰς πρὸς Σύλλαν γενομένας συνθήκας.
于是米特鲁斯派遣使者前往伊比利亚,给塞托里乌斯带去信件和口头提议。 通过这些提议,他亲自承诺将为战争提供资金和船只,同时要求塞托里乌斯向他保证其对整个亚细亚的控制权——此前他已根据与苏拉签订的条约将该地让给罗马人。
§23.4ἀθροίσαντος δὲ Σερτωρίου βουλήν, ἣν σύγκλητον ὠνόμαζε, καὶ τῶν ἄλλων δέχεσθαι τὰς προκλήσεις καὶ ἀγαπᾶν κελευόντων ὄνομα γὰρ καὶ γράμμα κενὸν αἰτουμένους περὶ τῶν οὐκ ὄντων ἐπʼ αὐτοῖς, ἀντὶ τούτων λαμβάνειν ὧν μάλιστα δεόμενοι τυγχάνουσιν, οὐκ ἠνέσχετο ὁ Σερτώριος, ἀλλὰ Βιθυνίαν μὲν ἔφη καὶ Καππαδοκίαν λαμβάνοντι Μιθριδάτῃ μὴ φθονεῖν, ἔθνη βασιλευόμενα καὶ μηδὲν προσήκοντα Ῥωμαίοις, §23.5ἣν δὲ τῷ δικαιοτάτῳ τρόπῳ Ῥωμαίων κεκτημένων ἐπαρχίαν ἀφελόμενος καὶ κατασχών πολεμῶν μὲν ἐξέπεσεν ὑπὸ Φιμβρίου, σπενδόμενος δὲ πρὸς Σύλλαν ἀφῆκε, ταύτην οὐκ ἔφη περιόψεσθαι πάλιν ὑπʼ ἐκείνῳ γενομένην δεῖν γὰρ αὔξεσθαι τὴν πόλιν ὑπʼ αὐτοῦ κρατοῦντος, οὐκ ἐλαττώσει τῶν ἐκείνης κρατεῖν αὐτόν γενναίῳ γὰρ ἀνδρὶ μετὰ τοῦ καλοῦ νικᾶν αἱρετόν, αἰσχρῶς δὲ οὐδὲ σῴζεσθαι.
塞托里乌斯召集了他称为“元老院”的议会,其他人纷纷主张接受这些条件并表示满意,因为他们认为,对方索求的不过是关于那些并不在他们掌控之中的事物的空洞名义和文书,而他们自己却能以此换取最急需的东西。 但塞托里乌斯无法容忍。 相反,他说他并不反对米特鲁斯获取比提尼亚和卡帕多西亚,因为这些是受君主统治、且与罗马人毫无关系的国家;但是,对于那省——本是罗马人以最正当的方式占有,却被他夺取并占领,虽在战争中被芬布里亚驱逐,又在与苏拉议和时放弃的——塞托里乌斯说,他绝不容许它再次落入那人手中。 因为他说,国家应该通过他的胜利而强大起来,而不是靠削减国家的领土来让自己获得统治权;因为对于高尚的人来说,伴随荣耀而获得胜利是值得追求的,但耻辱地苟活甚至是无法容忍的。

词汇与语法注释

  1. §23.1μεγαλοφροσύνης — 表语性属格(特征属格)。表示主语“他对米特鲁斯的政治外交举措”具有“宽宏器量”这一性质。
  2. §23.2οὐκ ἂν ἔφασαν — 否定词 οὐκ 否定不定词 ἀντισχεῖν,而 ἄν 与该不定词(代表直说过去时+ἄν 或希求式+ἄν)结合,表示条件句的结句(潜在或不可能)。意为“声称罗马人绝不可能抵挡得住”。
  3. §23.4αἰτουμένους — 宾格分词。指代米特鲁斯(及其使节),用于解释议会中其他成员主张接受提议的原因,表示“因为他们所求的不过是……”这一情况。
  4. §23.5ἣν δὲ ... ἐπαρχίαν — 先行词 `ἐπαρχίαν` 被并入关系从句(ἣν ... ἐπαρχίαν)并置于句首的倒装(hyperbaton)结构,起强调作用,随后由主句的指示代词 `ταύτην` 重新接引。此外,动词 `περιόψεσθαι`(容忍/眼睁睁看着)带分词 `γενομένην`(成为……)作其宾语补足语。
  5. §23.5ὑπʼ αὐτοῦ κρατοῦντος — 介词 `ὑπό` 连同属格(`αὐτοῦ κρατοῦντος`)表示被动动词 `αὔξεσθαι` 的施事者或原因。在此指“通过他(塞托里乌斯)获得胜利/掌握权力”这一情况。

引用这一段

普鲁塔克, 塞多留传 §23.1-23.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg042.humanitext-grc2:23.1-23.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。