§22.1ἐδήλωσε δὲ καὶ Μέτελλος ἐκπεπληγμένος τὸν ἄνδρα καὶ μέγαν ἡγούμενος, ἐπεκήρυξε γὰρ, εἴ τις αὐτὸν ἀνέλοι Ῥωμαῖος, ἑκατὸν ἀργυρίου τάλαντα δώσειν καὶ πλέθρα δισμύρια γῆς· εἰ δὲ φυγάς, κάθοδον εἰς Ῥώμην, ὡς ἀπογνώσει φανερᾶς ἀμύνης ὠνούμενος τὸν ἄνδρα διὰ προδοσίας.
梅特鲁斯也表明自己对这个人感到惊异并视之为伟大,因为他公开悬赏,如果有哪个罗马人能杀死他,就赐予白银一百塔兰同和土地两万普勒特拉;如果是流亡者,则允许其返回罗马,这仿佛是因为放弃了公开防卫的希望,企图通过背叛来买下这个人。
§22.2ἔτι δὲ νικήσας ποτὲ μάχῃ τὸν Σερτώριον οὕτως ἐπήρθη καὶ τὴν εὐτυχίαν ἠγάπησεν ὥστε αὐτοκράτωρ ἀναγορευθῆναι, θυσίαις δʼ αὐτὸν αἱ πόλεις ἐπιφοιτῶντα καὶ βωμοῖς ἐδέχοντο.
此外,他曾在一次战斗中击败塞托里乌斯,便如此得意忘形、沉溺于幸运之中,以至于被宣布为统帅,而当他巡视各城市时,城市都用祭祀和祭坛迎接他。
λέγεται δὲ καὶ στεφάνων ἀναδέσεις προσίεσθαι καὶ δείπνων σοβαρωτέρων ὑποδοχάς, ἐν οἷς ἐσθῆτα θριαμβικὴν ἔχων ἔπινε, καὶ Νῖκαι πεποιημέναι διʼ ὀργάνων ἐπιδρόμων χρύσεα τρόπαια καὶ στεφάνους διαφέρουσαι κατήγοντο, καὶ χοροὶ παίδων καὶ γυναικῶν ἐπινικίους ὕμνους ᾖδον εἰς αὐτόν.
据说他还接受了佩戴冠冕以及更为奢华的宴席招待,在宴席上他穿着凯旋服饮酒,由悬空运行的机械控制的胜利女神像降临下来,呈上黄金的战利品标本和冠冕,童声与女声合唱队则为他歌唱凯旋歌。
§22.3ἐφʼ οἷς εἰκότως ἦν καταγέλαστος, εἰ δραπέτην Σύλλα καὶ λείψανον τῆς Κάρβωνος φυγῆς ἀποκαλῶν τὸν Σερτώριον οὕτω κεχαύνωται καὶ περιχαρὴς γέγονεν, ὑποχωρήσαντος αὐτοῦ περιγενόμενος.
为这些事他理所当然地沦为笑柄,如果他在把塞托里乌斯称为苏拉的逃兵和卡尔博流亡的残余的同时,却因为对方退却而占了上风,就如此轻浮自满且喜形于色。
μεγαλοφροσύνης δὲ τοῦ Σερτωρίου πρῶτον μὲν τὸ τοὺς φεύγοντας ἀπὸ Ῥώμης βουλευτὰς καὶ παρʼ αὐτῷ διατρίβοντας σύγκλητον ἀναγορεῦσαι, §22.4ταμίας τε καὶ στρατηγοὺς ἐξ ἐκείνων ἀποδεικνύναι, καὶ πάντα τοῖς πατρίοις νόμοις τὰ τοιαῦτα κοσμεῖν ἔπειτα τὸ χρώμενον ὅπλοις καὶ χρήμασι καὶ πόλεσι ταῖς Ἰβήρων μηδʼ ἄχρι λόγου τῆς ἄκρας ἐξουσίας ὑφίεσθαι πρὸς αὐτούς, Ῥωμαίους δὲ καθιστάναι στρατηγοὺς καὶ ἄρχοντας αὐτῶν, ὡς Ῥωμαίοις ἀνακτώμενον τὴν ἐλευθερίαν, οὐκ ἐκείνους αὔξοντα κατὰ Ῥωμαίων.
而关于塞托里乌斯的宽宏器量,第一在于他将那些从罗马逃出并滞留在他那里的元老院议员宣布为“元老院”,并从他们当中任命财务官和副执政官,且按照祖宗法律来整饬所有这些事务;第二,他虽然使用伊比利亚人的武器、金钱和城市,却绝不在言语上对他们让步分毫的最高权力,而是任命罗马人担任他们的将领和长官,仿佛他是为罗马人收复自由,而不是为了对抗罗马人而壮大那些人的势力。
§22.5καὶ γὰρ ἦν ἀνὴρ φιλόπατρις καὶ πολὺν ἔχων ἵμερον τοῦ κατελθεῖν ἀλλὰ δυσπραγῶν μὲν ἠνδραγάθει καὶ ταπεινὸν οὐδὲν ἔπραττε πρὸς τοὺς πολεμίους, ἐν δὲ ταῖς νίκαις διεπέμπετο πρὸς Μέτελλον καὶ πρὸς Πομπήϊον ἕτοιμος ὢν τὰ ὅπλα καταθέσθαι καὶ βιοῦν ἰδιώτης καθόδου τυχών μᾶλλον γὰρ ἐθέλειν ἀσημότατος ἐν Ῥώμῃ πολίτης ἢ φεύγων τὴν ἑαυτοῦ πάντων ὁμοῦ τῶν ἄλλων αὐτοκράτωρ ἀναγορεύεσθαι.
因为他确实是个热爱祖国且怀有强烈归国愿望的人,虽然在逆境中他表现英勇,对敌人不作任何卑躬屈膝之事,但在胜利时他会派使者去见梅特鲁斯和庞培,表示如果能获准回国,他随时准备放下武器做个平民;因为他宁愿做罗马最默默无闻的公民,也不愿流亡海外而被宣布为其他所有人的统帅。
§22.6λέγεται δὲ οὐχ ἥκιστα τῆς πατρίδος ἐπιθυμεῖν διὰ τὴν μητέρα, τραφεὶς ὀρφανὸς ὑπʼ αὐτῇ καὶ τὸ σύμπαν ἀνακείμενος ἐκείνῃ, καλούντων δὲ τῶν περὶ τὴν Ἰβηρίαν φίλων αὐτὸν ἐφʼ ἡγεμονίᾳ, πυθόμενος τὴν τελευτὴν τῆς μητρὸς ὀλίγον ἐδέησεν ὑπὸ λύπης προέσθαι τὸν βίον.
据说,他极度渴望回到祖国主要是因为母亲,他由母亲抚养长大,是个孤儿,对其倾注了全部情感;当他在伊比利亚的朋友们推举他为领袖时,惊悉母亲去世,他悲痛得几乎要放弃生命。
ἑπτὰ γὰρ ἡμέρας οὔτε σύνθημα δοὺς οὔτε ὀφθείς τινι τῶν φίλων ἔκειτο, καὶ μόλις οἱ συστράτηγοι καὶ ὁμότιμοι τὴν σκηνὴν περιστάντες ἠνάγκασαν αὐτὸν προελθόντα τοῖς στρατιώταις ἐντυχεῖν καὶ τῶν πραγμάτων εὖ φερομένων ἀντιλαμβάνεσθαι.
因为他躺了整整七天,既没有给出暗号,也没有让任何朋友看见,最后他的同僚将领和同等地位的人围在帐篷周围,才好不容易迫使他走出来会见士兵,并重新主持已经进展顺利的事务。
§22.7διὸ καὶ πολλοῖς ἔδοξεν ἥμερος ἀνὴρ φύσει γεγονὼς καὶ πρὸς ἡσυχίαν ἔχων ἐπιεικῶς διʼ αἰτίας παρὰ γνώμην ταῖς στρατηγικαῖς ἀρχαῖς χρῆσθαι, καὶ μὴ τυγχάνων ἀδείας, ἀλλὰ συνελαυνόμενος ὑπὸ τῶν ἐχθρῶν εἰς τὰ ὅπλα φρουρὰν ἀναγκαίαν τοῦ σώματος περιβάλλεσθαι τὸν πόλεμον.
因此,许多人认为他天生是个温和且相当向往和平的人,只是因为某些指控才违背意愿地担任将领职务,并且因为得不到安全保障,被敌人逼得拿起武器,才把战争当做保护自身的必要防卫手段。