§17.1οὐδενὸς δὲ ἧττον αὐτοῦ τῶν πολεμικῶν ἔργων ἐθαυμάσθη τὸ περὶ τοὺς λεγομένους Χαρακιτανούς.
但在他的所有战功中,最令人赞叹的莫过于关于所谓的哈拉基塔尼人的那一战。
εἰσὶ δὲ δῆμος ὑπὲρ τόν Ταγώνιον ποταμόν, οὐκ ἄστεσιν οὐδὲ κώμαις ἐνοικοῦντες, ἀλλὰ λόφος ἐστὶν εὐμεγέθης καὶ ὑψηλός ἄντρα καὶ κοιλώματα πετρῶν βλέποντα πρὸς βορέαν περιέχων, ἡ δʼ ὑποκειμένη πᾶσα χώρα πηλὸν ἀργιλώδη καὶ γῆν ὑπὸ χαυνότητος εὔθρυπτον ἀναδίδωσιν, οὔτε τοὺς ἐπιβαίνοντας ἀνέχεσθαι καρτεράν, καὶ μικρὸν ἁψαμένων, ὥσπερ ἄσβεστον ἢ τέφραν, ἐπὶ πολὺ διαχεομένην.
他们是生活在塔戈尼乌斯河彼岸的一个部落,不居住在城市或村庄中,而是居住在一座巨大而高耸的山丘上,那里有面向北方的洞穴和岩石缝隙。 而其下方的所有土地都产出粘土质的泥沙和因松软而极易碎落的土壤,它既无法承受踩踏者的重量,而且只要稍微一碰,就会像生石灰或灰烬一样大面积散落。
§17.2τῶν οὖν βαρβάρων, ὁσάκις φόβῳ πολέμου καταδύντες εἰς τὰ σπήλαια καὶ τὴν λείαν εἴσω συναγαγόντες ἀτρεμοῖεν, ὄντων ἀλήπτων ὑπὸ βίας, τόν δὲ Σερτώριον τότε διακεκριμένον ἀπὸ τοῦ Μετέλλου καὶ καταστρατοπεδεύσαντα παρὰ τόν λόφον ὑπερφρονούντων ὡς κεκρατημένον, εἴτε ὑπʼ ὀργῆς ἐκεῖνος εἴτε μὴ δοκεῖν φεύγειν βουλόμενος ἅμʼ ἡμέρᾳ προσελάσας κατεσκέπτετο τόν τόπον.
因此,每当这些蛮族因害怕战争而躲进洞穴,并将掠夺物资聚集在里面保持静止时,他们是无法用武力攻破的。 当时塞托里乌斯正与梅特鲁斯兵分两路,在山丘旁安营扎寨,他们便轻视他,认为他已被击败。 塞托里乌斯不知是出于愤怒,还是不想显得是在逃跑,便在天亮时策马前去侦察该地。
§17.3οὐδαμόθεν δὲ προσβολὴν ἔχοντος, ἄλλως ἀλύων καὶ κεναῖς χρώμενος ἀπειλαῖς ὁρᾷ τῆς γῆς ἐκείνης κονιορτὸν ἄνω πολὺν ὑπὸ πνεύματος ἐπʼ αὐτούς φερόμενον.
由于该地无处可以发起进攻,正当他一筹莫展、只能发出无用的威胁时,他看到风将那片土地上的大量尘土吹向了他们。
τέτραπται μὲν γὰρ, ὡς ἔφην, τὰ σπήλαια πρὸς βορέαν, ὁ δὲ ἀπὸ τῆς ἄρκτου πνέων ἄνεμος, Καικίαν ἔνιοι καχοῦσιν, ἐπέχει μάλιστα καὶ πλεῖστός ἐστι τῶν ἐκεῖ πνευμάτων, ἐξ ὑγρῶν πεδίων καὶ νιφοβόλων συμφυσώμενος ὀρῶν·
因为正如我所说,那些洞穴是朝向北方的,而从北方吹来的风(有人称之为凯基亚斯风)在当地吹得最猛烈、也最频繁,它是从潮湿的平原和积雪覆盖的山脉中一同吹来的。
τότε δὲ καὶ θέρους ἀκμάζοντος ἰσχύων καὶ τρεφόμενος τῇ τῶν ὑπαρκτίων ἀνέσει πάγων ἥδιστος ἐπέπνει καὶ κατεῖχεν αὐτούς τε καὶ βοτὰ διʼ ἡμέρας ἀναψύχων.
当时正值盛夏,这股风十分强劲,并因北方冰雪的消融而得到滋养,吹拂起来最令人惬意,整日为他们和牲畜降温,主宰着那里。
§17.4ταῦτα δὴ συλλογιζόμενος ὁ Σερτώριος καὶ παρὰ τῶν ἐγχωρίων ἀκούων, ἐκέλευσε τοὺς στρατιώτας τῆς ἀραιᾶς καὶ τεφρώδους γῆς ἐκείνης ἀποσπῶντας καὶ παραφέροντας καταντικρὺ τοῦ λόφου θῖνα ποιεῖν, ἣν οἱ βάρβαροι χώματος ἐπʼ αὐτούς εἶναι κατασκευὴν ὑπονοοῦντες ἐχλεύαζον.
塞托里乌斯考虑到这些情况,并从当地人那里听闻了此事,便命令士兵们挖掘并运来那些松散如灰的泥土,在山丘正对面堆起一座土沙丘。 蛮族以为这是针对他们修筑的攻城堤,便纷纷嘲笑。
§17.5τότε μὲν οὖν ἐργασαμένους τοὺς στρατιώτας ἄχρι νυκτὸς ἀπήγαγεν·
当天,士兵们一直工作到深夜,随后他带兵撤离。
ἅμα δʼ ἡμέρᾳ πρῶτον μὲν αὔρα μαλακὴ προαπέπνει διακινοῦσα τῆς συμπεφορημένης γῆς τὸ λειότατον ὥσπερ ἄχνην σκιδνάμενον, ἔπειτα σοβαροῦ τοῦ Καικίου πρὸς τόν ἥλιον ἐκχεομένου καὶ τῶν λόφων κονιωμένων ἐπιστάντες οἱ στρατιῶται τόν τε χοῦν ἀνέτρεπον διὰ βάθους καὶ τόν σπίλον ἔκοπτον, ἔνιοι δὲ καὶ τοὺς ἵππους ἄνω καὶ κάτω διεξήλασαν ἀνιστάντες τὸ χαύνωμα καὶ τῇ πνοῇ μετέωρον παραδιδόντες.
但天亮时,起初只有微风徐徐吹过,吹动着堆积起来的泥土中最细微的部分,使其如烟雾般消散。 接着,随着强烈的凯基亚斯风伴着太阳升起而倾泻而出,山丘被尘土笼罩,士兵们便站在土丘上,将泥土从深处翻起,砸碎硬土块,还有些人骑着马在上面来回奔驰,扬起松软的泥土,任其随风飞扬到空中。
§17.6ἡ δʼ ὑπολαμβάνουσα πᾶν τὸ θρυπτόμενον καὶ κινούμενον ἄνω προσέβαλλε τοῖς οἰκήμασι τῶν βαρβάρων, κατὰ θύρας δεχομένοις τόν Καικίαν, οἱ δέ, ἅτε δὴ τῶν σπηλαίων μίαν ἐκείνην ἀναπνοὴν ἐχόντων ᾗ τὸ πνεῦμα προσέπιπτε, ταχὺ μὲν ἀπεσκοτοῦντο τὰς ὄψεις, ταχὺ δʼ ἀνεπίμπλαντο πνιγώδους ἄσθματος, τραχὺν ἀέρα καὶ πολλῇ κόνει συμπεφυρμένον ἕλκοντες.
风带起所有破碎和扬起的泥土,将其吹向蛮族的住所,他们的住所入口正好迎面承受着凯基亚斯风。 由于这些洞穴只有那一个风力吹袭的通风口,他们的眼睛很快就被蒙蔽,很快就充满了令人窒息的喘息,呼吸着混杂着大量尘土的粗糙空气。
§17.7ὅθεν ἡμέρας δύο μόλις ἀνασχόμενοι τῇ τρίτῃ παρέδωκαν ἑαυτούς, οὐ τοσοῦτον Σερτωρίῳ δυνάμεως ὅσον δόξης προσθέντες, ὡς τὰ διʼ ὃπλων ἀνάλωτα σοφίᾳ κατεργασαμένῳ.
因此,他们勉强支撑了两天,到第三天就投降了。 这并没有给塞托里乌斯增添多少兵力,却极大地增加了他的名望,因为他用智慧降服了用武器无法攻克的敌人。