§9.1τὸ μὲν οὖν εὐτυχεῖν καὶ τοὺς φύσει μικροὺς συνεπικουφίζει τοῖς φρονήμασιν, ὥστε φαίνεσθαί τι μέγεθος περὶ αὑτοὺς καὶ ὄγκον ἐκ πραγμάτων ὑπερεχόντων ἀποβλεπομένους· ὁ δὲ ἀληθῶς μεγαλόφρων καὶ βέβαιος ἐν τοῖς σφάλμασι μᾶλλον καὶ ταῖς δυσημερίαις ἀναφέρων γίνεται κατάδηλος, ὥσπερ Εὐμενής.
因此,好运甚至会抬高那些天生卑微之人的心志,使他们由于身处优越的境遇而备受瞩目,从而显得自身仿佛也具有某种伟大和威严;然而,真正高尚而坚定的人,却更在挫折和逆境中重整旗鼓,显露其真价,正如尤曼尼斯一样。
§9.2πρῶτον μὲν γὰρ ἐν Ὀρκυνίοις τῆς Καππαδοκίας ἡττηθεὶς ὑπὸ Ἀντιγόνου διὰ προδοσίας καὶ διωκόμενος οὺ παρῆκε τὸν προδότην ἐκ τῆς φυγῆς διαπεσεῖν πρὸς τοὺς πολεμίους, ἀλλὰ συλλαβὼν ἐκρέμασε.
因为首先,他在卡帕多西亚的奥库尼亚因背叛而被安提柯击败并遭到追击时,并未容许那名叛徒在逃亡中投奔敌军,而是将其逮捕并绞死。
φεύγων δὲ τὴν ἐναντίαν ὁδὸν τοῖς διώκουσι μετέβαλε λαθὼν, καὶ παραλλάξας, ὡς ἦλθεν ἐπὶ τὸν τόπον οὗ τὴν μάχην συνέβη γενέσθαι, κατεστρατοπέδευσε, καὶ συναγαγὼν τοὺς νεκροὺς καὶ τῶν ἐν κύκλῳ κωμῶν τὰ θυρώματα κατασχίσας ἔκαυσεν ἰδίᾳ μὲν ἡγεμόνας, ἰδίᾳ δὲ τοὺς πολλούς, καὶ πολυάνδρια χώσας ἀπῆλθεν, ὥστε καὶ τὸν Ἀντίγονον ὕστερον ἐπελθόντα θαυμάζειν τὸ θάρσος αὐτοῦ καὶ τὴν εὐστάθειαν.
然后,他向着与追击者相反的方向逃跑,暗中改变路线并绕过了他们;当他来到发生战役的地方时,便在那里安营扎寨,收集了死者的尸体,拆下周围村庄的门板将其焚烧——将领们在一处,普通士兵在另一处——并为他们筑起合葬墓后离去,以至于后来抵达此处的安提柯也对他的勇气和沉着赞叹不已。
§9.3ἔπειτα ταῖς ἀποσκευαῖς τοῦ Ἀντιγόνου περιπεσών, καὶ λαβεῖν ῥᾳδίως δυνάμενος πολλὰ μὲν ἐλεύθερα σώματα, πολλὴν δὲ θεραπείαν καὶ πλοῦτον ἐκ πολέμων τοσούτων καὶ λεηλασιῶν ἠθροισμένον, ἔδεισε μὴ καταπλησθέντες ὠφελείας καὶ λαφύρων οἱ σὺν αὐτῷ βαρεῖς γένωνται πρὸς τὴν φυγὴν, καὶ μαλακώτεροι τὰς πλάνας ὑπομένειν καὶ τὸν χρόνον, ἐν ὦ μάλιστα τοῦ πολέμου τὰς ἐλπίδας εἶχεν, ὡς ἀποστρέψων τὸν Ἀντίγονον.
其次,当他偶然遭遇安提柯的辎重队,并能轻易夺取许多自由人、大批随从以及从如此多的战争和掠夺中聚敛的财富时,他担心随行的人员若因利益和战利品而满载,会在逃亡中变得累赘,且在忍受流离和时间上变得过于软弱,而他本将战争的希望寄托于这段时间内,指指望以此拖垮安提柯。
§9.4ἐπεὶ δὲ ἄντικρυς χαλεπὸν ἦν ἀποτρέπειν Μακεδόνας χρημάτων ἐν ἐφικτῷ παρόντων, ἐκέλευσε θεραπεύσαντας αὑτοὺς καὶ τοῖς ἵπποις χιλὸν ἐμβαλόντας οὕτω βαδίζειν ἐπὶ τοὺς πολεμίους, αὐτὸς δὲ πέμπει κρύφα πρὸς τὸν ἐπὶ τῆς ἀποσκευῆς τῶν πολεμίων Μένανδρον, ὡς κηδόμενος αὐτοῦ φίλου γεγονότος καὶ συνήθους, φυλάξασθαι παραινῶν καὶ ἀναχωρῆσαι τὴν ταχίστην ἐκ τῶν ἐπιδρόμων καὶ ταπεινῶν πρὸς τὴν ἐγγὺς ὑπώρειαν ἄφιππον οὖσαν καὶ κυκλώσεις οὐκ ἔχουσαν.
然而,由于要让马其顿人避开眼前唾手可得的财富简直是极其困难的,他便命令他们先休整并喂饱马匹,然后这样向敌人进军;同时,他自己秘密派人去见掌管敌军辎重的梅南德罗斯,装作关心这位昔日的朋友和熟人,建议他提高警惕,并尽快从容易受到袭击的低平地带撤退到附近不通骑兵且无法被包围的山麓地带。
§9.5τοῦ δὲ Μενάνδρου ταχὺ συμφρονήσαντος τὸν κίνδυνον καὶ ἀνασκευασαμένου, κατασκόπους ἔπεμπεν ὁ Εὐμενὴς φανερῶς, καὶ παρήγγειλε τοῖς στρατιώταις ὁπλίζεσθαι καὶ τοὺς ἵππους ἐγχαλινοῦν ὡς προσάξων τοῖς πολεμίοις.
梅南德罗斯迅速领会了这一危险并收拾了行李,随后尤曼尼斯便公开派出侦察兵,并命令士兵们武装起来,给马套上缰绳,装作要向敌人发起进攻的样子。
τῶν δὲ κατασκόπων ἀπαγγειλάντων ὅτι παντάπασιν ὁ Μένανδρος ἄληπτος εἴη καταπεφευγὼς εἰς τόπους χαλεπούς, ἄχθεσθαι προσποιούμενος ὁ Εὐμενὴς ἀπῆγε τὴν στρατιάν.
当侦察兵报告说梅南德罗斯已逃入险要地带而完全无法捉摸时,尤曼尼斯假装懊恼地撤回了军队。
§9.6λέγεται δέ, τοῦ Μενάνδρου ταῦτα μαρτυρήσαντος πρὸς τὸν Ἀντίγονον, καὶ τῶν Μακεδόνων ἐπαινούντων τὸν Εὐμενῆ καὶ φιλανθρωπότερον διατεθέντων, ὅτι καὶ παῖδας αὐτῶν ἀνδραποδίσασθαι καὶ γυναῖκας αἰσχῦναι παρόν ἐφείσατο καὶ παρῆκεν,
ἄλλʼ ἐκεῖνός γε,
φάναι τὸν Ἀντίγονον,
οὐχ ὑμῶν, ὦ μακάριοι, κηδόμενος παρῆκεν, ἀλλʼ αὑτῷ φεύγοντι δεδιὼς περιθεῖναι πέδας τοσαύτας.
据说,当梅南德罗斯向安提柯证实了这件事,而马其顿人赞扬尤曼尼斯并对他产生好感——因为在本来可以奴役他们的孩子、侮辱他们的妻子时,他却宽恕并放过了他们——安提柯却说:“不,你们这些糊涂家伙,他放过他们绝不是因为关心你们,而是因为他害怕在自己逃亡时,给自己套上这么重的枷锁。 ”