Humanitext Reader

普鲁塔克 · 欧墨尼斯传 §8.1-8.7

被判处死刑与收服军心

第 8 段,共 19 段 · 希腊语

内容简介

尤曼尼斯击败了克拉特鲁斯等人,却因杀害马其顿名将而招致仇恨并被判死刑。此后,他通过巧妙的计策安抚士兵,并赢得了他们的忠诚与贴身保护。

§8.1ταύτην τὴν μάχην Εὐμενὴς ἡμέραις δέκα σχεδόν τι μετὰ τὴν προτέραν ἐνίκησε·
尤曼尼斯在离前一次战斗大约十天后赢得了这场战役。
καί δόξῃ μὲν ἤρθη μέγας ἀπʼ αὐτῆς, ὡς τὰ μὲν σοφίᾳ, τὰ δὲ ἀνδρείᾳ κατειργασμένος, φθόνον δὲ πολὺν ἔσχε καί μῖσος ὁμαλῶς παρά τε τοῖς συμμάχοις καί τοῖς πολεμίοις, ὡς ἔπηλυς ἀνὴρ καί ξένος ὅπλοις καί χερσὶ τῶν Μακεδόνων τὸν πρῶτον αὐτῶν καί δοκιμώτατον ἀνῃρηκώς.
虽然他的名声因此大振,被视为部分凭借智慧、部分凭借勇气而取得成就的人,但他却在盟友和敌人中同样招致了极大的嫉妒与仇恨,因为一个外来者和异邦人,用马其顿人自己的武器和双手,杀害了他们当中最首要、最享盛誉的人。
§8.2ἀλλʼ εἰ μὲν ἔφθη Περδίκκας πυθόμενος τὴν Κρατεροῦ τελευτήν, οὐκ ἂν ἄλλος ἐπρώτευσε Μακεδόνων νυνὶ δὲ ἀνῃρημένου Περδίκκου κατὰ στάσιν ἐν Αἰγύπτῳ δυσὶν ἡμέραις πρότερον ἧκεν οὗτος ὁ περὶ τῆς μάχης λόγος εἰς τὸ στρατόπεδον, καί πρὸς ὀργὴν εὐθὺς οἱ Μακεδόνες θάνατον τοῦ Εὐμενοῦς κατέγνωσαν.
然而,如果佩尔迪卡斯能及时得知克拉特鲁斯的死讯,马其顿人中就不会有别人居于首位了;但实际上,佩尔迪卡斯已在两天前于埃及的内乱中被杀,这则关于战役的消息传到军营时,马其顿人顿时在愤怒中判处了尤曼尼斯死刑。
ἀπεδείχθη δὲ τοῦ πολέμου τοῦ πρὸς αὐτὸν Ἀντίγονος μετὰ Ἀντιπάτρου στρατηγός.
安提柯和安提帕特被任命为对抗他的战争统帅。
§8.3ἐπεὶ δὲ Εὐμένης τοῖς βασιλικοῖς ἱπποφορβίοις περὶ τὴν Ἴδην νεμομένοις ἐπιτυχὼν καί λαβὼν ἵππους ὅσων ἔχρῃζε τοῖς ἐπιμεληταῖς τὴν γραφὴν ἔπεμψε, λέγεται γελάσαι τὸν Ἀντίπατρον καί εἰπεῖν ὅτι θαυμάζει τὸν Εὐμενῆ τῆς προνοίας, ἐλπίζοντα λόγον αὐτοῖς ἀποδώσειν τῶν βασιλικῶν ἢ λήψεσθαι παρʼ αὐτῶν.
当尤曼尼斯在伊达山附近遇到了正在放牧的皇家马群,并牵走了他所需要数量的马匹,向管理员们送去收据时,据说安提帕特笑着说,他佩服尤曼尼斯的远见,居然指望向他们交代皇家财产的账目,或者从他们那里索取账目。
§8.4περὶ δὲ τὰς Σάρδεις ἐβούλετο μὲν ἱπποκρατῶν ὁ Εὐμένης τοῖς Λυδοῖς ἐναγωνίσασθαι πεδίοις, ἅμα καί τῇ Κλεοπάτρᾳ τὴν δύναμιν ἐπιδεῖξαι φιλοτιμούμενος· αὐτῆς δὲ ἐκείνης δεηθείσης ἐφοβεῖτο γὰρ αἰτίαν τινὰ λαβεῖν ὑπὸ τῶν Περὶ τὸν Ἀντίπατρον ἐξήλασεν εἰς τὴν ἄνω Φρυγίαν καί διεχείμαζεν ἐν Κελαιναῖς·
在萨迪斯附近,尤曼尼斯希望凭借骑兵优势在吕底亚的平原上同敌人交战,同时也渴望向克丽奥佩特拉展示他的军队;但由于她本人因害怕受到安提帕特一派的指责而请求他不要这样做,他便驱马前往上弗里吉亚,并在凯莱奈过冬。
ὅπου τῶν μὲν περὶ τὸν Ἀλκέταν καί Πολέμωνα καί Δόκιμον ὑπὲρ ἡγεμονίας διαφιλοτιμουμένων πρὸς αὐτόν, τοῦτο ἦν, ἔφη, τὸ λεγόμενον, ὀλέθρου δὲ οὐθεὶς λόγος.
在那里,当阿尔凯塔斯、波莱蒙和多基莫斯等人与他争夺领导权时,他说:“这就是俗话所说的,‘至于毁灭,却无人考虑。
§8.5τοῖς δὲ στρατιώταις ὑποσχόμενος ἐν τρισὶν ἡμέραις τὸν μισθὸν ἀποδώσειν ἐπίπρασκεν ἐν αὐτοῖς τὰς κατὰ τὴν χώραν ἐπαύλεις καί τετραπυργίας σωμάτων καί βοσκημάτων γεμούσας.
’” 他向士兵们许诺在三天内发清军饷,于是在他们中间拍卖该地区的庄园和城堡,这些地方塞满了奴隶和牲畜。
ὁ δὲ πριάμενος ἡγεμὼν τάγματος ἢ ξεναγός ὄργανα καί μηχανὰς τοῦ Εὐμένους παρέχοντος ἐξεπολιόρκει· καί πρὸς τὸν ὀφειλόμενον μισθὸν οἱ στρατιῶται διενέμοντο τῶν ἁλισκομένων ἕκαστον.
买下这些地方的部队长官或雇佣兵队长,利用尤曼尼斯提供的攻城器械进行围攻并攻克之;士兵们则分取捕获的每一件物品,以抵充所欠的军饷。
§8.6ἐκ δὴ τούτου πάλιν ὁ Εὐμένης ἠγαπᾶτο καί ποτε γραμμάτων ἐν τῷ στρατοπέδῳ φανέντων ἃ διέρριψαν οἱ τῶν πολεμίων ἡγεμόνες, ἑκατὸν τάλαντα καί τιμὰς διδόντες τῷ κτείναντι τὸν Εὐμενῆ, σφόδρα παρωξύνθησαν οἱ Μακεδόνες, καί δόγμα ποιοῦνται χιλίους τῶν ἡγεμονικῶν Περὶ αὐτὸν ἀεὶ δορυφοροῦντας εἶναι καί φυλάττειν ἐν περιόδῳ καί παρανυκτερεύειν.
由此,尤曼尼斯再次受到爱戴。 有一次,军营中出现了敌方将领散布的信件,许诺将给杀死尤曼尼斯的人一百个塔兰同和荣誉,马其顿人大为愤怒,并通过一项决议,规定一千名军官应当始终作为他的卫兵,轮流在他周围守卫并守夜。
§8.7οἱ δὲ ἐπείθοντο, καὶ τιμὰς ἠγάπων παρʼ αὐτοῦ λαμβάνοντες ἃς οἱ φίλοι παρά τῶν βασιλέων, ἐξῆν γὰρ Εὐμενεῖ καί καυσίας ἁλουργεῖς καί χλαμύδας διανέμειν, ἥτις ἦν δωρεὰ βασιλικωτάτη παρά Μακεδόσι.
这些人服从了他,并乐于从他那里接受如同臣属从国王那里获得的那种荣誉;因为尤曼尼斯有权分发紫色的卡乌西亚帽和斗篷,这在马其顿人当中是最具王室气派的赏赐。

词汇与语法注释

  1. 8.3τῆς προνοίας — 动词 θαυμάζω(佩服、惊异)接“人(宾格)+ 原因(属格)”的句式。在此,τὸν Εὐμενῆ 是宾格对象,而 τῆς προνοίας 是表示原因(远见、周到)的属格。
  2. 8.4ὀλέθρου δὲ οὐθεὶς λόγος — 源自希腊谚语的名词短语,作为引语的一部分(直译为“然而对于毁灭却毫无考虑”)。它描绘了人们在争夺霸权时,完全忽视了自身面临的毁灭性危机的境况。

引用这一段

普鲁塔克, 欧墨尼斯传 §8.1-8.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg041.humanitext-grc2:8.1-8.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。