§10.1ἐκ τούτου πλανώμενος ὁ Εὐμενὴς καὶ ὑποφεύγων ἔπεισε τοὺς πολλοὺς τῶν στρατιωτῶν ἀπελθεῖν, εἴτε κηδόμενος αὐτῶν εἴτε ἐφέλκεσθαι μή βουλόμενος ἐλάττονας μὲν τοῦ μάχεσθαι, πλείονας δὲ τοῦ λανθάνειν ὄντας, καταφυγὼν δὲ εἰς Νῶρα, χωρίον ἐν μεθορίῳ Λυκαονίας καὶ Καππαδοκίας, μετὰ πεντακοσίων ἱππέων καὶ διακοσίων ὁπλιτῶν, κἀντεῦθεν αὖθις, ὅσοι τῶν φίλων ἐδεήθησαν ἀφεθῆναι τοῦ χωρίου τὴν χαλεπότητα καὶ τῆς διαίτης τὴν ἀνάγκην οὐ φέροντες, πάντας ἀσπασάμενος καὶ φιλοφρονηθεὶς ἀπέπεμψεν.
此后,尤曼尼斯在流亡和逃跑中,说服了大部分士兵离去,这或是因为关心他们,或是因为不想拖累那些人——因为他们人数太少而无法作战,人数太多而无法隐匿。 他带着五百名骑兵和二百名重装步兵,退守到位于吕考尼亚和卡帕多西亚交界处的诺拉要塞。 随后,他又将那些无法忍受该地的险恶与生活窘迫而请求离去的友人,全都亲切拥抱并热情款待后打发走了。
§10.2ὡς δὲ ἐπελθὼν ὁ Ἀντίγονος εἰς λόγους αὐτόν ἐκάλει πρὸ τῆς πολιορκίας, ἀπεκρίνατο πολλοὺς εἶναι τοὺς Ἀντιγόνου φίλους καὶ μετὰ Ἀντίγονον ἡγεμόνας, ὧν δὲ αὐτὸς προπολεμεῖ μηδένα λείπεσθαι μετʼ αὐτόν·
当安提柯前来并于围城战开始前邀请他进行会谈时,尤曼尼斯回答说,安提柯有许多友人,且在安提柯之后还有许多将领,而自己为其而战的阵营中,除他之外已空无一人。
ὁμήρους δὲ πέμπειν ἐκέλευσεν, εἰ χρῄζει διὰ λόγων αὐτῷ γενέσθαι, τοῦ δὲ Ἀντιγόνου κελεύοντος ὡς κρείττονι λαλεῖν,
οὐδένα,
εἶπεν,
ἐμαυτοῦ κρείττονα νομίζω, μέχρι ἂν ὦ τοῦ ξίφους κύριος.
他要求安提柯若想与他会谈,就必须派出人质。 当安提柯命令他要向比自己优越的人说话时,他说:“只要我还是手中之剑的主人,我就不认为有任何人比我更优越。
§10.3ὅμως δὲ πέμψαντος τοῦ Ἀντιγόνου τὸν ἀδελφιδοῦν Πτολεμαῖον εἰς τὸ χωρίον, ὥσπερ ἠξίωσεν ὁ Εὐμενής, κατέβη, καὶ περιβαλόντες ἀλλήλους ἠσπάσαντο φιλικῶς καὶ οἰκείως, ἅτε δὴ ἀλλήλοις κεχρημένοι πολλὰ καὶ συνήθεις γεγονότες.
” 然而,当安提柯按照尤曼尼斯的要求,将他的外甥托勒密派入要塞时,尤曼尼斯便走了下来,他们互相拥抱,亲切而自然地打招呼,因为他们以前曾频繁往来且十分熟识。
λόγων δὲ γενομένων πολλῶν καὶ τοῦ Εὐμενοῦς οὐχ ὑπὲρ ἀσφαλείας μεμνημένου καὶ διαλύσεως, ἀλλὰ καὶ τὰς σατραπείας ἀξιοῦντος αὑτῷ βεβαιοῦσθαι καὶ τὰς δωρεὰς ἀποδίδοσθαι, θαῦμα τοὺς παρόντας εἶχε τὸ φρόνημα καὶ τὴν εὐτολμίαν ἀγαμένους.
虽然双方谈了很多话,但尤曼尼斯绝口不提自己的安全与和解,反而要求确认自己的太守领地并归还所获的赏赐,在场的人见状无不惊叹,十分佩服他的气概和胆识。
§10.4ἅμα δὲ πολλοὶ συνέτρεχον τῶν Μακεδόνων ἰδεῖν ὅστις ἐστὶ τὸν Εὐμενῆ ποθοῦντες· οὐ γὰρ ἑτέρου λόγος ἦν τοσοῦτος ἐν τῷ στρατῷ μετὰ τὴν τοῦ Κρατεροῦ τελευτήν.
与此同时,许多马其顿人纷纷奔跑过来,渴望一睹尤曼尼斯的风采;因为自克拉特鲁斯去世之后,军中再没有第二个人的声望能与他相比。
δείσας δὲ ὁ Ἀντίγονος ὑπὲρ αὐτοῦ, μή τι πάθῃ βίαιον, πρῶτον μὲν ἀπηγόρευε μή προσιέναι βοῶν, καὶ τοῖς λίθοις ἔβαλλε τοὺς ἐπιφερομένους, τέλος δὲ ταῖς χερσὶ τὸν Εὐμενῆ περιβαλὼν καὶ τὸν ὄχλον ἀπερύκων τοῖς δορυφόροις μόλις εἰς τὸ ἀσφαλὲς ἀποκατέστησε.
安提柯担心他会遭到粗暴的对待,起初便大声制止众人接近,并向涌来的人群投掷石块,最后他用双臂护住尤曼尼斯,并用卫兵隔开人群,好不容易才将他送回安全地带。