§19.1τὸ δὲ οὖν ἔδοξε τῷ Ἀντιγόνῳ τὸν Εὐμενῆ κτείνειν, ἐκέλευσεν ἀὐτοῦ τὴν τροφὴν ἀφελεῖν.
总之,当安提柯决定杀死尤曼尼斯时,他命令断绝他的食物。
καὶ δύο μὲν ἡμέρας ἢ τρεῖς ἄσιτος οὕτω προσήγετο πρὸς τὴν τελευτήν.
这样,他有两三天没有进食,渐渐走向死亡。
αἰφνίδιον δὲ ἀναζυγῆς γενομένης εἰσπέμψαντες ἄνθρωπον ἀποσφάττουσιν αὐτόν.
然而,由于突然需要拔营起行,他们派人进去将他刺杀。
τὸ δὲ σῶμα τοῖς φίλοις παραδοὺς ὁ Ἀντίγονος ἐπέτρεψε καῦσαι καὶ τὰ λείψανα συνθέντας εἰς ἀργυρᾶν ὑδρίαν κομίζειν, ἀποδοθησόμενα τῇ γυναικὶ καὶ τοῖς παισίν.
安提柯将尸体交给了尤曼尼斯的朋友们,允许他们将其火化,并把骨灰收集在银瓮中带走,以便送还给他的妻子和孩子们。
§19.2οὕτω δὲ ἀποθανόντος Εὐμενοῦς οὐκ ἐπʼ ἄλλῳ τινὶ τὴν τιμωρίαν ἐποιήσατο τῶν προδόντων αὐτὸν ἡγεμόνων καὶ στρατιωτῶν τὸ δαιμόνιον, ἀλλʼ αὐτὸς Ἀντίγονος προβαλόμενος ὡς ἀσεβεῖς καὶ θηριώδεις τοὺς ἀργυράσπιδας παρέδωκε Σιβυρτίῳ τῷ διοικοῦντι τὴν Ἀραχωσίαν, πάντα τρόπον ἐκτρῖψαι καὶ καταφθεῖραι κελεύσας, ὅπως μηδεὶς αὐτῶν εἰς Μακεδονίαν ἄπεισι μηδὲ ὄψεται τὴν Ἑλληνικὴν θάλατταν.
尤曼尼斯就这样死去了,神意并没有把背叛他的将领和士兵的惩罚委派给其他任何人,而是安提柯本人将银盾兵视为不敬神且野蛮的人而加以排斥,将他们交给了治理阿拉霍西亚的西比尔提乌斯,命令他用尽一切手段折磨并消灭他们,使他们中没有一个人能回到马其顿,也无法再看见希腊的海。