Humanitext Reader

普鲁塔克 · 尼西阿斯与克拉苏比较列传 §5.1-5.2

尼基阿斯与克拉苏军事指挥及结局的对比

第 5 段,共 5 段 · 希腊语

内容简介

对比尼基阿斯与克拉苏的军事指挥及最终结局,分析了尼基阿斯的谨慎失败与可耻下场,以及克拉苏的盲目失策与遭背叛致死的命运。

§5.1ἐν δὲ ταῖς στρατηγίαις αὐταῖς Νικίου μὲν οὐκ ὀλίγα γενναῖα· καὶ γὰρ μάχαις πολλαῖς ἐνίκησε τοὺς πολεμίους, καὶ τοῦ λαβεῖν Συρακούσας ὀλίγον ἐδέησε, καὶ πάντα διʼ αὑτὸν οὐκ ἔπταισεν, ἀλλὰ καὶ νόσον ἄν τις αἰτιάσαιτο καὶ φθόνον τῶν οἴκοι πολιτῶν Κράσσος δὲ διὰ πλῆθος ἁμαρτημάτων οὐδὲν τῇ τύχῃ χρηστὸν ἀποδείξασθαι παρῆκεν, ὥστε θαυμάζειν αὐτοῦ τὴν ἀβελτερίαν οὐ τῆς Πάρθων δυνάμεως ἡττηθεῖσαν, ἀλλὰ τῆς Ῥωμαίων εὐτυχίας περιγενομένην.
在将领本职的军事行动中,尼基阿斯不乏许多高尚的事迹:因为他在多次战斗中击败了敌人,差一点就攻占了叙拉古,而且并非一切都因他自己而失败,人们反而可以将原因归咎于他的疾病以及国内公民的嫉妒。 然而,克拉苏却因重重错误,没有给运气留下展现任何好意的空间,以至于人们不得不惊叹他的愚蠢——这不是被帕提亚人的力量所击败,而是战胜了罗马人的好运。
§5.2ἐπεὶ δʼ ὁ μὲν μηδενὸς τῶν ἀπὸ μαντικῆς καταφρονῶν, ὁ δὲ πάντα ὑπερορῶν ὁμοίως ἀπώλοντο, χαλεπὴ μὲν ἐν τούτοις ἡ ἀσφάλεια καὶ δύσκριτος, ἐπιεικέστερον δὲ τοῦ παρανόμου καὶ αὐθάδους τὸ μετὰ δόξης παλαιᾶς καὶ συνήθους διʼ εὐλάβειαν ἁμαρτανόμενον.
既然一方对占卜的任何预示都不敢轻视,另一方则对一切都熟视无睹,却同样走向了毁灭,那么在这些事情上,哪种做法更安全是难以抉择的。 然而,相比于无法无天和专横自负,由于古老而习以为常的信仰出于谨慎而犯下的错误,是更值得宽恕的。
περὶ μέντοι τὴν τελευτὴν ἀμεμπτότερος ὁ Κράσσος οὐ παραδοὺς ἑαυτὸν οὐδὲ δεθεὶς οὐδὲ φενακισθείς, ἀλλʼ εἴξας τοῖς φίλοις δεομένοις καὶ παρασπονδηθεὶς ὑπὸ τῶν πολεμίων ὁ δὲ Νικίας αἰσχρᾶς καὶ ἀκλεοῦς ἐλπίδι σωτηρίας ὑποπεσὼν τοῖς πολεμίοις αἰσχίονα ἑαυτῷ τὸν θάνατον ἐποίησεν.
不过,至于两人的结局,克拉苏更无可指责,他既没有投降,也没有被捆绑,更没有上当受骗,而是顺从了友人们的哀求,并被敌人背约所害;而尼基阿斯则出于对生还的耻辱而无光的渴望,向敌人屈服,使自己的死亡变得更加可耻。

词汇与语法注释

  1. 5.1τοῦ λαβεῖν ... ὀλίγον ἐδέησε — 无人称动词 ὀλίγου δεῖ(差一点……,险些……)的句式。此处 ὀλίγον 作副词使用,不定式 λαβεῖν 前带有属格冠词 τοῦ。
  2. 5.1ὥστε θαυμάζειν αὐτοῦ τὴν ἀβελτερίαν οὐ τῆς Πάρθων δυνάμεως ἡττηθεῖσαν, ἀλλὰ τῆς Ῥωμαίων εὐτυχίας περιγενομένην — 由 ὥστε 引导的不定式 ϑαυμάζεῖν 的结果从句。分词 ἡττηθεῖσαν 和 περιγενομένην 与 ϑαυμάζειν 的宾语 τὴν ἀβελτερίαν 保持一致。属格补语中,τῆς δυνάμεως 用作被动分词 ἡττηθεῖσαν 的施事/原因,而 τῆς εὐτυχίας 则是受 περιγενομένην(意为“战胜、凌驾”)支配的比较属格。
  3. 5.2τὸ ... ἁμαρτανόμενον — 带冠词的中性单数现在时被动分词的名词化用法,在此充当主语(意为“所犯的错误”)。它与同样名词化并作属格的 τοῦ παρανόμου καὶ αὐθάδους 进行对比,后者充当比较的宾语。

引用这一段

普鲁塔克, 尼西阿斯与克拉苏比较列传 §5.1-5.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg040.humanitext-grc2:5.1-5.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。