§4.1οὐ μὴν ἀλλὰ μᾶλλον ἔστιν ἐν τούτοις τὸν Νικίαν ἐπαινεῖν ἢ ψέγειν τὸν Κράσσον.
然而,在这些事上,称赞尼基阿斯要比指责克拉苏更为合理。
ὁ μὲν γὰρ ἐμπειρίᾳ καὶ λογισμῷ χρησάμενος ἡγεμόνος ἔμφρονος οὐ συνηπατήθη ταῖς ἐλπίσι τῶν πολιτῶν, ἀλλʼ ἀπεῖπε καὶ ἀπέγνω λήψεσθαι Σικελίαν· ὁ δʼ ὡς ἐπὶ ῥᾷστον ἔργον τὸν Παρθικὸν ὁρμήσας πόλεμον ἥμαρτεν.
因为前者凭借明智领袖的经验与推算,没有被同胞们的空幻希望所蒙蔽,而是拒绝并放弃了夺取西西里的企图;而后者则把巴提亚战争视作极其轻易的任务而莽撞投入,最终犯下了大错。
§4.2ὠρέχθη δὲ μεγάλων, Καίσαρος τὰ ἑσπέρια καὶ Κελτοὺς καὶ Γερμανοὺς καταστρεφομένου καὶ Βρεττανίαν, αὐτὸς ἐπὶ τὴν ἕω καὶ τὴν Ἰνδικὴν ἐλάσαι θάλασσαν καὶ προσεργάσασθαι τὴν Ἀσίαν οἷς Πομπήιος ἐπῆλθε καὶ Λούκουλλος ἀντέσχεν, ἄνδρες εὐμενεῖς καὶ πρὸς πάντας ἀγαθοὶ διαμείναντες, προελόμενοι δʼ ὅμοια Κράσσῳ καὶ τὰς αὐτὰς ὑποθέσεις λαβόντες,
他极力追求伟大的事业:在恺撒征服西方、凯尔特人、日耳曼人以及不列颠的同时,他自己则渴望向东方和印度海进军,将亚洲纳入庞培所侵入、卢库鲁斯所抵抗过的领土之中。 尽管他们(庞培和卢库鲁斯)始终保持温和,对所有人都很友善,但却做出了与克拉苏相似的选择,并怀有相同的意图。
§4.3ἐπεὶ καὶ Πομπηΐῳ τῆς ἀρχῆς διδομένης ἡ σύγκλητος ἠναντιοῦτο, καὶ Καίσαρα μυριάδας τριάκοντα Γερμανῶν τρεψάμενον συνεβούλευεν ὁ Κάτων ἐκδοῦναι τοῖς ἡττημένοις καὶ τρέψαι τὸ μήνιμα τοῦ παρασπονδήματος εἰς ἐκεῖνον ὁ δὲ δῆμος ἐρρῶσθαι φράσας Κάτωνι, πεντεκαίδεκα ἡμέρας ἔθυεν ἐπινίκια καὶ περιχαρὴς ἦν.
因为即使是在给庞培授权时,元老院也曾极力反对;而当恺撒击溃三十万日耳曼人时,卡托曾建议将他交给他所击败的对手,以便将破坏和约的惩罚引向恺撒一人;但民众却叫卡托“靠边站”,连续十五天举行胜利祭祀,并沉浸在极大的喜悦之中。
§4.4πῶς οὖν ἂν διετέθη καὶ πόσας ἔθυσεν ἡμέρας, εἰ Κράσσος ἐκ Βαβυλῶνος ἔγραψε νικᾶν, εἶτʼ ἐπελθὼν Μηδίαν, Περσίδα, Ὑρκανούς, Σοῦσα, Βάκτρα, Ῥωμαίων ἐπαρχίας ἀπέδειξεν;
那么,如果克拉苏从巴比伦写信报捷,接着又侵入米底亚、波斯、许尔卡尼亚、苏萨、巴克特里亚,并宣布它们为罗马的省份,民众的心情会如何,又会举行多少天的祭祀呢?
εἴπερ γὰρ ἀδικεῖν χρή, κατὰ τὸν Εὐριπίδην, ἡσυχίαν ἄγειν μὴ δυναμένους μηδὲ χρῆσθαι τοῖς παροῦσιν ἀγαθοῖς εἰδότας, οὐ Σκάνδειαν, οὐ Μένδην ἐκκοπτέον, οὐδὲ φεύγοντας Αἰγινήτας ἀπολελοιπότας τὴν ἑαυτῶν, §4.5ὥσπερ ὄρνιθας εἰς ἑτέραν χώραν ἀποκεκρυμμένους, ἐκθηρατέον, ἀλλὰ πολλοῦ τιμητέον τὸ ἀδικεῖν, μὴ ῥᾳδίως μηδʼ ἐπὶ τοῖς τυχοῦσιν, ὥς τι φαῦλον ἢ μικρὸν, προϊεμένους τὸ δίκαιον, οἱ δὲ τὴν μὲν τῆς Ἀλεξάνδρου στρατείας ὁρμὴν ἐπαινοῦντες, τὴν δὲ Κράσσου ψέγοντες, οὐκ εὖ τὰ πρῶτα κρίνουσιν ἀπὸ τῶν τελευταίων.
因为正如欧里庇得斯所说,如果对于那些无法安分、又不知如何享受眼前福祉的人来说,确实必须行不义之事,那么他们不该去毁灭斯坎德亚或门德,也不该去追捕那些逃离了自己家园的埃吉纳人,仿佛像在异国他乡藏匿的鸟儿一样把他们搜捕捕杀;相反,应当把行不义之事视作代价极高昂之举,而不应为了随处可见的目标而轻易抛弃正义,将其视作卑微或微不足道的小事。 至于那些赞美亚历山大远征的激情却指责克拉苏的人,他们未能根据结果来正确评判最初的意图。