Humanitext Reader

普鲁塔克 · 客蒙与卢库鲁斯比较列传 §2.1-2.5

军事功绩与统帅能力的比较

第 2 段,共 3 段 · 希腊语

内容简介

对比西蒙与卢库鲁斯的军事功绩,强调西蒙在一天内取得陆海战双重胜利的独特性,分析两人在部下和盟友中威望的差异,以及亚洲征服事业未竟的不同成因。

§2.1ἐν δὲ τοῖς πολεμικοῖς ὅτι μὲν ἀμφότεροι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀγαθοὶ γεγόνασιν ἀγωνισταί δῆλον ὥσπερ δὲ τῶν ἀθλητῶν τοὺς ἡμέρᾳ μιᾷ πάλῃ καὶ παγκρατίῳ στεφανουμένους ἔθει τινὶ παραδοξονίκας καλοῦσιν, οὕτω Κίμων ἐν ἡμέρᾳ μιᾷ πεζομαχίας καὶ ναυμαχίας ἅμα τροπαίῳ στεφανώσας τὴν Ἑλλάδα δίκαιός ἐστιν ἔχειν τινὰ προεδρίαν ἐν τοῖς στρατηγοῖς.
在军事事务上,显然两人在陆上和海上都成为了优秀的战士。 正如在运动员中,那些在同一天因摔跤和角力同时获胜而戴上桂冠的人,根据某种惯例被称为“奇迹获胜者”一样,西蒙在同一天内同时用陆战和海战的战功纪念碑为希腊戴上桂冠,理应在将军中占有某种优先的席位。
§2.2καὶ μὴν Λουκούλλῳ μὲν ἡ πατρίς, Κίμων δὲ τῇ πατρίδι τὴν ἡγεμονίαν περιέθηκε.
况且,是祖国将支配权赋予了卢库鲁斯,而西蒙则是将支配权赋予了祖国。
καὶ ὁ μὲν ἀρχούσῃ τῶν συμμάχων προσεκτήσατο τὰ τῶν πολεμίων, ὁ δʼ ἄλλοις ἑπομένην παραλαβών ἅμα καὶ τῶν συμμάχων ἄρχειν καὶ τῶν πολεμίων κρατεῖν ἐποίησε, Πέρσας μὲν ἀναγκάσας ἡττηθέντας ἐκβῆναι τῆς θαλάσσης, Λακεδαιμονίους δὲ πείσας ἑκόντας ἐκστῆναι.
一是在盟友已被统治的城邦基础上增添了敌人的领土,而另一人接手了一个服从他国的城邦,却使其同时统治了盟友并战胜了敌人——他迫使战败的波斯人撤出海洋,并说服拉acedaemon人自愿让出支配权。
§2.3εἰ τοίνυν μέγιστον ἔργον ἡγεμόνος εὐπείθειαν ἐργάσασθαι διʼ εὐνοίας, Λούκουλλος μὲν ὑπὸ τῶν στρατιωτῶν κατεφρονήθη, Κίμων δʼ ὑπὸ τῶν συμμάχων ἐθαυμάσθη· παρʼ οὗ μὲν γὰρ ἀπέστησαν, πρὸς ὃν δὲ μετέστησαν.
因此,如果说指挥官最大的任务是通过好意来换取顺从,那么卢库鲁斯被他的士兵所鄙视,而西蒙则被他的盟友所敬慕;因为人们背叛了前者,却投奔了后者。
καὶ ὁ μὲν ὧν ἄρχων ἐξῆλθεν, ὑπὸ τούτων ἀπολειφθεὶς ἐπανῆλθεν, ὁ δὲ μεθʼ ὧν ἑτέροις ποιήσων τὸ προσταττόμενον ἐξεπέμφθη, τούτοις αὐτὸς διδοὺς τὸ παράγγελμα κατέπλευσε, τρία τὰ πάντων δυσκολώτατα διαπεπραγμένος ὁμοῦ τῇ πόλει, πρὸς μὲν τοὺς πολεμίους εἰρήνην, παρὰ δὲ τῶν συμμάχων ἡγεμονίαν, πρὸς δὲ Λακεδαιμονίους ὁμόνοιαν.
前者在出发时统治着那些后来抛弃他的士兵,并被他们遗弃而归;而后者与那些他本要为其执行他人命令的同行者一起被派去,却在归航时亲自对他们下达命令,同时为城邦完成了所有事情中最困难的三件:与敌人和平、从盟友处获得支配权、以及与拉acedaemon人达成和解。
§2.4μεγάλας τοίνυν ἐπιχειρήσαντες ἀμφότεροι καταλύειν ἡγεμονίας καὶ καταστρέφεσθαι τὴν Ἀσίαν πᾶσαν ἀτελεῖς ἐγένοντο τῶν πράξεων, ὁ μὲν καθάπαξ διὰ τὴν τύχην ἐτελεύτησε γὰρ στρατηγῶν καὶ εὐημερῶν τὸν δʼ οὐ παντελῶς ἄν τις ἐξέλοιτο τῆς παρʼ αὐτὸν αἰτίας, εἴτʼ ἠγνόησεν εἴτʼ οὐκ ἐθεράπευσε τὰς ἐν τῷ στρατιωτικῷ διαφορὰς καὶ μέμψεις, ἀφʼ ὧν εἰς τηλικαύτας ἀπεχθείας προῆλθεν.
所以,两人虽然都企图摧毁庞大的帝国并征服整个亚洲,却使他们的功业未臻完成。 其中一人完全是因为命运,因为他是在担任将军并处于顺境时去世的;而另一人则无法完全免除其自身的责任,无论他是忽视了还是未能调解军队中的分歧与抱怨,正是这些导致他招致了如此巨大的憎恨。
§2.5ἢ τοῦτό γε καὶ πρὸς Κίμωνα κοινόν ἐστι· καὶ γὰρ ἐκεῖνον ὑπήγαγόν τε εἰς δίκας οἱ πολῖται καὶ τελευτῶντες ἐξωστράκισαν, ἵνʼ αὐτοῦ δέκα ἐτῶν, ὥς φησιν ὁ Πλάτων, τῆς φωνῆς μὴ ἀκούσωσιν.
或者,这一点对西蒙来说也是共同的;因为公民们既将他控告法庭,最终又将他陶片放逐,正如柏拉图所说,为了在十年内听不到他的声音。
αἱ γὰρ ἀριστοκρατικαὶ φύσεις ὀλίγα τοῖς πολλοῖς συνᾴδουσι καὶ πρὸς ἡδονὴν ἔχουσι, τὰ δὲ πολλὰ προσβιαζόμεναι τῷ κατευθύνειν διαστρεφομένους ἀνιῶσιν, ὥσπερ οἱ τῶν ἰατρῶν δεσμοί, καίπερ εἰς τὰ κατὰ φύσιν ἄγοντες τὰς παραρθρήσεις.
因为贵族式的性格很少与大众和谐相处或取悦于他们,而大多时候通过强行矫正他们弯曲的道路而使其痛苦,正如医生的绑带,虽然将脱臼的关节引导回自然状态,却会带来痛苦。
ταύτης μὲν οὖν ἴσως ἀπαλλακτέον τῆς αἰτίας ἑκάτερον.
因此,或许双方都应当免于这一指责。

词汇与语法注释

  1. §2.1δίκαιός ἐστιν ἔχειν — 形容词 δίκαιος(正当的、理应的)在此采用了人称句式(personal construction),与主格主语(西蒙)相一致并接不定式 ἔχειν,而非使用非人称句式(δίκαιόν ἐστιν 连带对格不定式)。
  2. §2.2περιέθηκε — 动词 περιέθηκε(赋予、带来)同时支配两个对比分句(Λουκούλλῳ μὲν ἡ πατρίς 与 Κίμων δὲ τῇ πατρίδι),但其语法角色发生了逆转:前半句中“祖国”为主语,“卢库鲁斯”为与格;后半句中“西蒙”为主语,“祖国”为与格,构成了带省略的交错排列(chiasmus)。
  3. §2.3ὁ δὲ μεθʼ ὧν ἑτέροις ποιήσων τὸ προσταττόμενον ἐξεπέμφθη — 将来时主动分词 ποιήσων 表示目的(“为了执行”)。与格 ἑτέροις 既可以理解为利益与格(“为了他人”,即斯巴达人),也可以理解为与被动分词 τὸ προσταττόμενον 连用的施事与格(“被他人所命令的事物”)。

引用这一段

普鲁塔克, 客蒙与卢库鲁斯比较列传 §2.1-2.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg037.humanitext-grc2:2.1-2.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。