Humanitext Reader

普鲁塔克 · 客蒙与卢库鲁斯比较列传 §1.1-1.7

去世境况与晚年生活方式的比较

第 1 段,共 3 段 · 希腊语

内容简介

普鲁塔克对比了卢库鲁斯和西蒙的去世,指出他们共同享有在依然自由的祖国逝世的幸运。随后,他通过两人从青年到晚年的转变、财富的使用以及餐桌的对比,探讨并批评了卢库鲁斯晚年退隐后转向享乐主义的作风。

§1.1μάλιστα δʼ ἄν τις εὐδαιμονίσειε τοῦ τέλους Λεύκουλλον, ὅτι πρὸ τῆς μεταβολῆς, ἣν ἤδη κατὰ τῆς πολιτείας ἐτεκταίνετο τοῖς ἐμφυλίοις πολέμοις τὸ πεπρωμένον, ἔφθη προαποθανὼν καὶ καταλύσας ἐν νοσούσῃ μέν, ἔτι δʼ ἐλευθέρᾳ τῇ πατρίδι τὸν βίον.
最令人觉得卢库鲁斯在其结局上是幸福的,乃是因为在命运已然通过内战对城邦政体密谋策划的那场变革之前,他得以先一步死去,在一个虽有病痛但仍自由的祖国中结束了一生。
καὶ τοῦτό γε πάντων αὐτῷ πρὸς Κίμωνα κοινότατόν ἐστι.
而这一点,在所有事情中,确实是他与西蒙最相似的共同之处。
§1.2καὶ γὰρ ἐκεῖνος οὔπω συντεταραγμένων τῶν Ἑλληνικῶν, ἀλλʼ ἀκμὴν ἐχόντων ἐτελεύτησεν, ἐπὶ στρατοπέδου μέντοι καὶ στρατηγῶν, οὐκ ἀπειρηκὼς οὐδʼ ἀλύων, οὐδέ τῶν ὅπλων καὶ τῶν στρατηγιῶν καὶ τῶν τροπαίων ἔπαθλον ποιούμενος εὐωχίας καὶ πότους, ὥσπερ Πλάτων ἐπισκώπτει τοὺς περὶ τὸν Ὀρφέα, τοῖς εὖ βεβιωκόσι φάσκοντας ἀποκεῖσθαι γέρας ἐν?δου μέθην αἰώνιον.
因为西蒙也是在希腊各邦尚未陷入混乱、而是仍处于鼎盛时期时去世的,而且是在军营中作为将军指挥时,他既未力竭也未迷惘,更没有把武器、将军职和战功纪念碑当作宴乐和饮酒的奖赏,就像柏拉图所讥讽的奥尔甫斯信徒那样,他们声称对于那些善度一生的人来说,在冥府里有永远的沉醉作为赏赐。
§1.3σχολὴ μὲν οὖν καὶ ἡσυχία καὶ διατριβὴ περὶ λόγους ἡδονήν τινα καὶ θεωρίαν ἔχοντας εὐπρεπέστατον ἀνδρὶ πρεσβύτῃ καὶ πεπαυμένῳ πολέμων καὶ πολιτείας παραμύθιον τὸ δʼ ἐφʼ ἡδονὴν, ὡς τέλος, καταστρέψαντα τὰς καλὰς πράξεις ἤδη λοιπὸν Ἀφροδίσια τῶν πολέμων καὶ στρατηγιῶν ἄγοντα παίζειν καὶ τρυφᾶν οὐκ ἄξια τῆς καλῆς Ἀκαδημείας, οὐδέ τὸν Ξενοκράτη ζηλοῦντος, ἀλλʼ ἐγκεκλικότος πρὸς τὸν Ἐπίκουρον.
因此,闲暇、宁静以及从事包含某种快乐和沉思的讨论,对于一个步入暮年、已从战争和政治中隐退的男子来说,是最得体的慰藉;但是,若最终将高尚的业绩归结于享乐这一目的,此后在余生中,以阿芙洛狄忒的祭典代替战争和将军职,嬉戏和奢靡,这并不配得上美丽的阿卡德米,也不是效法克塞诺克拉底之人的表现,而是倒向了伊壁鸠鲁的人所为。
§1.4ὃ καὶ θαυμαστόν ἐστιν ὑπεναντίως γὰρ ἡ νεότης τοῦ μὲν ἐπίψογος καὶ ἀκόλαστος γεγονέναι δοκεῖ, τοῦ δὲ πεπαιδευμένη καὶ σώφρων, βελτίων οὖν ᾧ πρὸς τὸ βέλτιον ἡ μεταβολή·
这也是令人惊异的;因为恰恰相反,其中一人的青年时代被认为是有瑕疵且放纵的,而另一人的青年时代则被认为是受过良好教养且节制的。
χρηστοτέρα γὰρ ἡ φύσις, ἐν ᾗ γηρᾷ μὲν τὸ χεῖρον, ἐπακμάζει δὲ τὸ ἄμεινον.
因此,其变化是朝向更好方向的人更为优秀;因为在那种坏的部分衰老而好的部分蓬勃发展的本性,更加高尚。
καὶ μὴν ὁμοίως γε πλουτήσαντες οὐχ ὁμοίως διέθεντο τὸν πλοῦτον.
况且,他们虽然以同样的方式致富,却未以同样的方式处置财富。
§1.5οὐ γὰρ ἄξιον ὁμοιῶσαι τῷ νοτίῳ τείχει τῆς ἀκροπόλεως, ὃ τοῖς ὑπὸ Κίμωνος κομισθεῖσιν ἐτελέσθη χρήμασι, τοὺς ἐν Νέᾳ πόλει θαλάμους καὶ τὰς περικλύστους ἀπόψεις, ἃς Λούκουλλος ἀπὸ τῶν βαρβαρικῶν ἐξῳκοδόμει λαφύρων οὐδέ γε τῇ Κίμωνος τραπέζῃ τὴν Λουκούλλου παραβαλεῖν, τῇ δημοκρατικῇ καὶ φιλανθρώπῳ τὴν πολυτελῆ καὶ σατραπικήν.
因为将卢库鲁斯用从蛮族掠夺的战利品在内阿波利斯建造的闺房和环水景观,与用西蒙所带回的资金建成的阿克罗波利斯南墙相提并论是不妥当的;同样,将西蒙的餐桌与卢库鲁斯的餐桌——那平民化、仁爱的一方与那奢华、如波斯总督般的一方——进行比较也是不妥当的。
§1.6ἡ μὲν γὰρ ἀπὸ μικρᾶς δαπάνης πολλοὺς καθʼ ἡμέραν διέτρεφεν, ἡ δʼ εἰς ὀλίγους τρυφῶντας ἀπὸ πολλῶν παρεσκευάζετο χρημάτων, εἰ μὴ νὴ Δία τῶν πραγμάτων ἐποίει διαφορὰν ὁ χρόνος·
因为前者以微薄的开销每日供养许多人,而后者则以巨额的财富为少数奢靡之人准备,除非,因宙斯之名,时代给这些事情带来了差异。
ἄδηλον γὰρ, εἰ καὶ Κίμων ἀπὸ τῶν πράξεων καὶ στρατηγιῶν εἰς ἀπόλεμον καὶ ἀπολίτευτον γῆρας ἀφεὶς αὑτόν ἔτι μᾶλλον ἂν ἐχρήσατο σοβαρᾷ καὶ πρὸς ἡδονὴν ἀνειμένῃ διαίτῃ· καὶ γὰρ φιλοπότης καὶ πανηγυρικὸς καὶ τὰ πρὸς γυναῖκας, ὡς προείρηται, διαβεβλημένος.
因为不清楚的是,如果西蒙在结束了他的业绩和将军职之后,也将自己置于无战争和无政治的晚年,他是否会过上一种更加傲慢、放纵于享乐的生活;因为他确实好酒、喜庆,且如前文所述,在女性关系方面声名狼藉。
§1.7αἱ δὲ περὶ τὰς πράξεις καὶ τοὺς ἀγῶνας κατορθώσεις ἡδονὰς ἑτέρας ἔχουσαι τῶν χειρόνων ἐπιθυμιῶν ἀσχολίαν ποιοῦσι καὶ λήθην ταῖς πολιτικαῖς καὶ φιλοτίμοις φύσεσιν.
但是,在事迹和斗争中的成功,因伴随着其他的快乐,会使具有政治和荣誉心之本性的人对更坏的欲望产生无暇顾及和遗忘。
εἰ γοῦν καὶ Λούκουλλος ἐτελεύτησεν ἀγωνιζόμενος καὶ στρατηγῶν, οὐδʼ ἂν ὁ ψογερώτατος καὶ φιλομεμφότατος εὑρεῖν μοι δοκεῖ διαβολὴν ἐπʼ αὐτόν, καὶ ταῦτα μὲν περὶ τῆς διαίτης.
无论如何,如果卢库鲁斯也是在战斗和作为将军指挥时去世的,我想,即使是最挑剔、最爱指责的人,也无法找到针对他的诽谤之词。 以上是关于他们生活方式的部分。

词汇与语法注释

  1. 1.1τοῦ τέλους — 原因属格。动词 `εὐδαιμονίσειε`(“认为……是幸福的”)带有名词属格以表示其判断的原因或理由。
  2. 1.1ἔφθη προαποθανών — 动词 `φθάνω` 伴随补充性分词的惯用表达,意为“先于……做某事”。此处指卢库鲁斯在命运因内战而带给国体的崩溃发生“之前”便先一步死去。
  3. 1.2ὥσπερ Πλάτων... ἐν Ἅιδου μέθην αἰώνιον — 提及柏拉图《国家篇》第二卷(363d)。分词 `φάσκοντας` 修饰 `τοὺς περὶ τὸν Ὀρφέα`(“奥尔甫斯及其信徒”)。名词 `γέρας` 与 `μέθην αἰώνιον` 为同位语,表示将“永远的沉醉”作为“赏赐”。
  4. 1.3τὸ δʼ ἐφʼ ἡδονὴν... ζηλοῦντος... ἐγκεκλικότος — 冠词性不定式 `τὸ ... παίζειν καὶ τρυφᾶν` 充当句子的语法主语。与此相对,属格分词 `ζηλοῦντος` 和 `ἐγκεκλικότος` 作为特征属格在谓语位置上发挥作用(“是效法……之人的特征”、“属于倒向……之人的表现”)。
  5. 1.6εἰ μὴ νὴ Δία... ὁ χρόνος — 包含誓言 `νὴ Δία`(以宙斯之名)的插入性保留条件从句。带有反事实的语气(“除非……”),用以引入西蒙若度过和平晚年将会如何的假设性场景。

引用这一段

普鲁塔克, 客蒙与卢库鲁斯比较列传 §1.1-1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg037.humanitext-grc2:1.1-1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。