§2.1ἐν δὲ τοῖς πολεμικοῖς ὅτι μὲν ἀμφότεροι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀγαθοὶ γεγόνασιν ἀγωνισταί δῆλον ὥσπερ δὲ τῶν ἀθλητῶν τοὺς ἡμέρᾳ μιᾷ πάλῃ καὶ παγκρατίῳ στεφανουμένους ἔθει τινὶ παραδοξονίκας καλοῦσιν, οὕτω Κίμων ἐν ἡμέρᾳ μιᾷ πεζομαχίας καὶ ναυμαχίας ἅμα τροπαίῳ στεφανώσας τὴν Ἑλλάδα δίκαιός ἐστιν ἔχειν τινὰ προεδρίαν ἐν τοῖς στρατηγοῖς.
軍事の点においては、両者が陸上でも海上でも優れた戦士であったことは明白である。 しかし、競技者のうちで、一日のうちにレスリングとパンクラティオンの両方で戴冠された人々を、ある慣習によって「驚異の勝者」と呼ぶように、キモンも一日のうちに歩兵戦と海戦の両方の戦勝記念碑によって同時にギリシアを飾ったのであるから、将軍たちの中で、ある種の優先的な席を占めるのが正当である。
§2.2καὶ μὴν Λουκούλλῳ μὲν ἡ πατρίς, Κίμων δὲ τῇ πατρίδι τὴν ἡγεμονίαν περιέθηκε.
さらに、ルクッルスに対しては祖国が、キモンは祖国に対して、支配権をもたらした。
καὶ ὁ μὲν ἀρχούσῃ τῶν συμμάχων προσεκτήσατο τὰ τῶν πολεμίων, ὁ δʼ ἄλλοις ἑπομένην παραλαβών ἅμα καὶ τῶν συμμάχων ἄρχειν καὶ τῶν πολεμίων κρατεῖν ἐποίησε, Πέρσας μὲν ἀναγκάσας ἡττηθέντας ἐκβῆναι τῆς θαλάσσης, Λακεδαιμονίους δὲ πείσας ἑκόντας ἐκστῆναι.
また、一方はすでに同盟諸国を支配している祖国に対して敵の領土を付け加えたが、他方は他国に従属していた祖国を引き受けて、同盟諸国を支配することと敵を圧倒することの両方を同時に実現させた。 すなわち、敗北したペルシア人を海から退去させ、ラケダイモン人を説得して自発的に退かせたのである。
§2.3εἰ τοίνυν μέγιστον ἔργον ἡγεμόνος εὐπείθειαν ἐργάσασθαι διʼ εὐνοίας, Λούκουλλος μὲν ὑπὸ τῶν στρατιωτῶν κατεφρονήθη, Κίμων δʼ ὑπὸ τῶν συμμάχων ἐθαυμάσθη·
したがって、もし指揮官の最大の仕事が、好意を通じて従順さを生み出すことであるならば、ルクッルスは兵士たちに侮蔑され、キモンは同盟諸国に敬慕された。
παρʼ οὗ μὲν γὰρ ἀπέστησαν, πρὸς ὃν δὲ μετέστησαν.
なぜなら、一方からは彼らが離反し、他方の側へと彼らが移ってきたからである。
καὶ ὁ μὲν ὧν ἄρχων ἐξῆλθεν, ὑπὸ τούτων ἀπολειφθεὶς ἐπανῆλθεν, ὁ δὲ μεθʼ ὧν ἑτέροις ποιήσων τὸ προσταττόμενον ἐξεπέμφθη, τούτοις αὐτὸς διδοὺς τὸ παράγγελμα κατέπλευσε, τρία τὰ πάντων δυσκολώτατα διαπεπραγμένος ὁμοῦ τῇ πόλει, πρὸς μὲν τοὺς πολεμίους εἰρήνην, παρὰ δὲ τῶν συμμάχων ἡγεμονίαν, πρὸς δὲ Λακεδαιμονίους ὁμόνοιαν.
また、一方は自分がその支配者として出発した相手に置き去りにされて帰還したが、他方は他国の命令を実行するために同行者たちとともに派遣されたのに、自ら彼らに命令を下す者となって帰港した。 こうして、国家のために最も困難な三つのことを同時に成し遂げたのである。 すなわち、敵との和平、同盟諸国からの支配権、そしてラケダイモン人との協調である。
§2.4μεγάλας τοίνυν ἐπιχειρήσαντες ἀμφότεροι καταλύειν ἡγεμονίας καὶ καταστρέφεσθαι τὴν Ἀσίαν πᾶσαν ἀτελεῖς ἐγένοντο τῶν πράξεων, ὁ μὲν καθάπαξ διὰ τὴν τύχην ἐτελεύτησε γὰρ στρατηγῶν καὶ εὐημερῶν τὸν δʼ οὐ παντελῶς ἄν τις ἐξέλοιτο τῆς παρʼ αὐτὸν αἰτίας, εἴτʼ ἠγνόησεν εἴτʼ οὐκ ἐθεράπευσε τὰς ἐν τῷ στρατιωτικῷ διαφορὰς καὶ μέμψεις, ἀφʼ ὧν εἰς τηλικαύτας ἀπεχθείας προῆλθεν.
このように、両者とも巨大な帝国を打倒し、アジア全土を征服しようと企てながら、その事績を未完のままに終わらせた。 一方は完全に運命のゆえであって、なぜなら将軍として指揮を執り、勝利を収めつつある中で世を去ったからである。 しかし、他方については、本人の責任から完全に免れさせることはできないだろう。 彼が兵士たちの間の不和や不満を無視したか、あるいはそれらに対処しなかったために、そこからこれほど大きな憎悪を招くに至ったからである。
§2.5ἢ τοῦτό γε καὶ πρὸς Κίμωνα κοινόν ἐστι·
あるいは、この点(反感を買ったこと)はキモンにとっても共通することである。
καὶ γὰρ ἐκεῖνον ὑπήγαγόν τε εἰς δίκας οἱ πολῖται καὶ τελευτῶντες ἐξωστράκισαν, ἵνʼ αὐτοῦ δέκα ἐτῶν, ὥς φησιν ὁ Πλάτων, τῆς φωνῆς μὴ ἀκούσωσιν.
実際、市民たちは彼を裁判にかけ、最後には陶片追放した。 プラトンが言うように、彼の声を十年間聞かずに済むようにするために。
αἱ γὰρ ἀριστοκρατικαὶ φύσεις ὀλίγα τοῖς πολλοῖς συνᾴδουσι καὶ πρὸς ἡδονὴν ἔχουσι, τὰ δὲ πολλὰ προσβιαζόμεναι τῷ κατευθύνειν διαστρεφομένους ἀνιῶσιν, ὥσπερ οἱ τῶν ἰατρῶν δεσμοί, καίπερ εἰς τὰ κατὰ φύσιν ἄγοντες τὰς παραρθρήσεις.
なぜなら、貴族主義的な性質は、大衆と調和することや大衆の好みに合わせることがほとんどなく、むしろ歪められた者たちを矯正することによって、その大半において親切に彼らを力づくで苦しめるからである。 それはちょうど、医師の矯正具が、脱臼した関節を自然な状態へと導くものであるにもかかわらず、痛みを伴うのと同様である。
ταύτης μὲν οὖν ἴσως ἀπαλλακτέον τῆς αἰτίας ἑκάτερον.
それゆえ、この責任からはおそらく、両者ともに免れさせねばならない。