§3.1πολὺ δʼ ὁ Λούκουλλος προῆλθε τῷ πολέμῳ τόν τε Ταῦρον ὑπερβαλὼν στρατοπέδῳ Ῥωμαίων πρῶτος, καὶ τόν Τίγριν διαβάς καὶ τὰ βασίλεια τῆς Ἀσίας ἐν ὄψει τῶν βασιλέων, Τιγρανόκερτα καὶ Κάβειρα καὶ Σινώπην καὶ Νίσιβιν, ἑλὼν καὶ καταφλέξας, §3.2καὶ τὰ μὲν βόρεια μέχρι Φάσιδος, τὰ δʼ ἑῷα μέχρι Μηδίας, τὰ δὲ πρὸς νότον καὶ τήν ἐρυθρὰν θάλασσαν οἰκειωσάμενος διὰ τῶν Ἀραβικῶν βασιλέων, συντρίψας δὲ τὰς δυνάμεις τῶν βασιλέων, ἀπολειφθεὶς δὲ μόνου τοῦ τὰ σώματα λαβεῖν, ὥσπερ θηρίων εἰς ἐρημίας καὶ ὕλας ἀστιβεῖς καὶ ἀβάτους ἀποδιδρασκόντων.
然而,卢库鲁斯在战争中推进得更远,他第一个带领罗马军队跨越了托罗斯山脉,渡过了底格里斯河,并在国王们的眼皮底下攻占并烧毁了亚洲的王宫,即提格兰诺克尔塔、卡贝拉、西诺佩和尼西比斯,并且通过阿拉伯的诸王,使北至法西斯川、东至米底亚、南至红海的地区归顺自己,粉碎了国王们的军事力量,唯独未能俘获他们的真身,因为他们就像野兽一样,逃往荒野和人迹罕至、无法通行的森林。
§3.3τεκμήριον δὲ μέγα· Πέρσαι μὲν γὰρ ὡς οὐδὲν μέγα πεπονθότες ὑπὸ Κίμωνος εὐθὺς ἀντετάττοντο τοῖς Ἕλλησι, καὶ τήν γε πολλὴν δύναμιν αὐτῶν ἐν Αἰγύπτῳ κρατήσαντες διέφθειραν, Τιγράνου δὲ καὶ Μιθριδάτου μετὰ Λούκουλλον οὐδὲν ἄλλο ἔργον ἐγένετο, ἀλλʼ ὁ μὲν ἀσθενὴς ἤδη καὶ συγκεκομμένος ὑπὸ τῶν πρώτων ἀγώνων οὐδʼ ἅπαξ ἐτόλμησε δεῖξαι Πομπηΐῳ τήν δύναμιν ἔξω τοῦ χάρακος, ἀλλὰ φυγὼν εἰς Βόσπορον κατέβη κἀκεῖ κατέστρεψε, §3.4Τιγράνης δʼ αὐτὸς ἑαυτὸν γυμνὸν καὶ ἄνοπλον φέρων ὑπέρριψε Πομπηΐῳ, καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελόμενος ἔθηκε πρὸ τῶν ποδῶν, οὐ τοῖς ἑαυτοῦ κολακεύων Πομπήϊον, ἀλλὰ τοῖς ὑπὸ Λουκούλλου τεθριαμβευμένοις.
这有一个巨大的证据:因为波斯人仿佛没有在西蒙手中遭受什么重大打击一样,立刻重新与希腊人对抗,并在埃及击败并歼灭了希腊人的主力部队;然而在卢库鲁斯之后,提格兰和米特里达梯便没有了任何作为,相反,后者在最初的战斗中就已经虚弱并被摧毁,甚至连一次也不敢向庞培展示他阵营之外的力量,而是逃往博斯普鲁斯,并在那里结束了生命,而提格兰则亲自赤手空拳地将自己投献于庞培,取下头上的王冠放在他的脚下,他奉承庞培用的不是他自己的东西,而是已经被卢库鲁斯用来举行凯旋式的东西。
ἠγάπησε γοῦν ἀπολαμβάνων τὰ σύμβολα τῆς βασιλείας ὡς ἀφῃρημένος πρότερον.
无论如何,他为重新获得先前已被夺走的王权象征而感到欣慰。
μείζων οὖν στρατηγὸς, ὥσπερ ἀθλητὴς, ὁ τῷ μεθʼ ἑαυτὸν ἀσθενέστερον παραδοὺς τόν ἀντίπαλον.
因此,正如运动员一样,将一个变得更弱的对手交给继任者的将军,才是更伟大。
§3.5ἔτι τοίνυν Κίμων μὲν συντετριμμένην τήν βασιλέως δύναμιν καὶ τὸ Περσῶν φρόνημα συνεσταλμένον ἥτταις μεγάλαις καὶ ἀπαύστοις φυγαῖς ὑπὸ Θεμιστοκλέους καὶ Παυσανίου καὶ Λεωτυχίδου καταλαβὼν ἐπενέβη καὶ ὑποπεπτωκότων καὶ προηττημένων ταῖς ψυχαῖς τὰ σώματα ῥᾳδίως ἐνίκησε, Λουκούλλῳ δὲ Τιγράνης ἀήττητος ἐκ πολλῶν ἀγώνων καὶ μέγα φρονῶν συνέπεσε.
此外,西蒙接手的是已被地米斯托克利、保萨尼亚斯和雷奥提基德斯的大败和不断的逃亡所摧毁的国王军队,以及深受打击的波斯人的骄傲;他乘虚而入,轻易地战胜了那些在心灵上已经屈服并预先战败的身体。 相反,卢库鲁斯遭遇的是在许多战斗中保持不败且心高气傲的提格兰。
§3.6πλήθει δʼ οὐδʼ ἄξιον παραβαλεῖν τοῖς ἐπὶ Λούκουλλον συνελθοῦσι τοὺς ὑπὸ Κίμωνος κρατηθέντας.
在人数上,甚至不配将西蒙所征服的人与那些聚集起来对抗卢库鲁斯的人相提并论。
ὥστε πάντῃ μεταλαμβάνοντι δυσδιαίτητον εἶναι τήν κρίσιν, ἐπεὶ καὶ τὸ δαιμόνιον ἀμφοτέροις ἔοικεν εὐμενὲς γενέσθαι, τῷ μὲν ἃ χρὴ κατορθοῦν, τῷ δʼ ἃ φυλάττεσθαι χρὴ προμηνῦον, ὥστε καὶ τὴν παρὰ τῶν θεῶν ψῆφον αὐτοῖς ὑπάρχειν ὡς ἀγαθοῖς καὶ θείοις τήν φύσιν ἀμφοτέροις.
因此,从任何角度来衡量,这一判决都很难裁决,因为神意似乎对两人都很眷顾,既让一人成功完成了他应该做的事,又向另一人预示了应该防范的事,从而使他们俩都获得了神明的赞许,被视为生性善良而神圣的人。