§3.1ὁ δʼ οὖν Λούκουλλος ἐδόκει σκοποῦσιν ἡμῖν τῷ Κίμωνι παραβλητέος εἶναι.
因此,在我们看来,卢库鲁斯应当与西蒙进行比较。
πολεμικοὶ γὰρ ἀμφότεροι καὶ πρὸς τοὺς βαρβάρους λαμπροί, πρᾷοι δὲ τὰ πολιτικὰ καὶ μάλιστα τῶν ἐμφυλίων στάσεων ἀναπνοὴν ταῖς πατρίσι παρασχόντες, ἕκαστος δέ τις αὐτῶν στήσαντες τρόπαια καὶ νίκας ἀνελόμενοι περιβοήτους.
因为两人皆骁勇善战,对异族战功卓著,而在内政上温和,特别是让祖国从内讧中获得喘息之机,他们每一个人都竖立了战胜纪念碑,并取得了闻名遐迩的胜利。
§3.2οὔτε γὰρ Ἑλλήνων Κίμωνος οὔτε Ῥωμαίων Λουκούλλου πρότερος οὐδεὶς οὕτω μακρὰν πολεμῶν προῆλθεν, ἔξω λόγου τιθεμένων τῶν καθʼ Ἡρακλέα καὶ Διόνυσον, εἴ τέ τι Περσέως πρὸς Αἰθίοπας ἢ Μήδους καὶ Ἀρμενίους ἢ Ἰάσονος ἔργον ἀξιόπιστον ἐκ τῶν τότε χρόνων μνήμῃ φερόμενον εἰς τοὺς νῦν ἀφῖκται.
因为在希腊人中没有人在西蒙之前,在罗马人中也没有人在卢库鲁斯之前,在战争中推进得如此之远,——如果我们将关于赫拉克勒斯和狄奥尼索斯的事迹排除在讨论之外,或者,如果关于珀尔修斯对抗埃塞俄比亚人、或美迪亚人和亚美尼亚人的事迹,又或伊阿宋的某种可靠功绩,从当时的时代起由记忆流传至今。
§3.3κοινὸν δέ πως αὐτῶν καὶ τὸ ἀτελὲς γέγονε τῆς στρατηγίας, ἑκατέρου μὲν συντρίψαντος, οὐδετέρου δὲ καταλύσαντος τὸν ἀνταγωνιστήν.
在某种程度上,他们将领生涯的未竟全功也是共同的,因为他们各自重创了对手,却谁也没有彻底消灭对方。
μάλιστα δʼ ἡ περὶ τὰς ὑποδοχὰς καὶ τὰς φιλανθρωπίας ταύτας ὑγρότης καὶ δαψίλεια καὶ τὸ νεαρὸν καὶ ἀνειμένον ἐν τῇ διαίτῃ παραπλήσιον ἐπʼ ἀμφοτέρων ἰδεῖν ὑπάρχει.
然而,尤其是在招待和这些善举中的大度与慷慨,以及生活方式中的年轻与闲适,在这两人身上都可以看到极大的相似之处。
παραλείπομεν δʼ ἴσως καὶ ἄλλας τινὰς ὁμοιότητας, ἃς οὐ χαλεπὸν ἐκ τῆς διηγήσεως αὐτῆς συναγαγεῖν.
我们或许也省略了其他一些相似点,但从叙述本身中把它们收集起来并不困难。