§1.1Περιπόλτας ὁ μάντις ἐκ Θετταλίας εἰς Βοιωτίαν Ὀφέλταν τὸν βασιλέα καὶ τοὺς ὑπʼ αὐτῷ λαοὺς καταγαγὼν γένος εὐδοκιμῆσαν ἐπὶ πολλοὺς χρόνους κατέλιπεν, οὗ τὸ πλεῖστον ἐν Χαιρωνείᾳ κατῴκησεν, ἣν πρώτην πόλιν ἔσχον ἐξελάσαντες τοὺς βαρβάρους.
预言者佩里波尔塔斯将国王奥菲尔塔斯及其率领的臣民从色萨利带到波奥蒂亚,留下了一个历经多代而享有盛誉的家族,其大部分成员定居在喀罗尼亚,这是他们驱逐蛮族后占领的第一座城市。
οἱ μὲν οὖν πλεῖστοι τῶν ἀπὸ τοῦ γένους φύσει μάχιμοι καὶ ἀνδρώδεις γενόμενοι καταναλώθησαν ἐν ταῖς Μηδικαῖς ἐπιδρομαῖς καὶ τοῖς Γαλατικοῖς ἀγῶσιν ἀφειδήσαντες ἑαυτῶν·
然而,该家族的大多数人天生好战且勇敢,在波斯入侵和加拉太的斗争中不惜牺牲自己而伤亡殆尽。
§1.2λείπεται δὲ παῖς ὀρφανὸς γονέων, ὄνομα Δάμων, παρωνύμιον δὲ Περιπόλτας, πολὺ δή τι καὶ σώματος κάλλει καὶ ψυχῆς φρονήματι τοὺς καθʼ αὑτὸν ὑπεραίρων νέους, ἄλλως δʼ ἀπαίδευτος καὶ σκληρὸς τὸ ἦθος.
只剩下一个父母双亡的孤儿,名叫达蒙,绰号佩里波尔塔斯,他在身体的美丽和心灵的傲骨上都远超同龄人,但在其他方面却缺乏教养,性格粗暴。
τούτου Ῥωμαῖος ἡγεμὼν σπείρας τινὸς ἐν Χαιρωνείᾳ διαχειμαζούσης ἐρασθεὶς ἄρτι τὴν παιδικὴν ἡλικίαν παρηλλαχότος, ὡς οὐκ ἔπειθε πειρῶν καὶ διδούς, δῆλος ἦν οὐκ ἀφεξόμενος βίας, ἅτε δὴ καὶ τῆς πατρίδος ἡμῶν τότε λυπρὰ πραττούσης καὶ διὰ μικρότητα καὶ πενίαν παρορωμένης.
在喀罗尼亚过冬的一支罗马大队指挥官,在达蒙刚刚脱离少年期时爱上了他,在试图劝诱和赠送礼物未能说服他之后,显露出不惜诉诸暴力的迹象,尤其是当时我们的家乡正处于凄惨的境地,因其弱小和贫困而被轻视。
§1.3τοῦτο δὴ δεδιὼς ὁ Δάμων, καὶ τὴν πεῖραν αὐτὴν διʼ ὀργῆς πεποιημένος, ἐπεβούλευε τῷ ἀνδρὶ καὶ συνίστη τῶν ἡλικιωτῶν τινας ἐπʼ αὐτόν, οὐ πολλοὺς ἕνεκα τοῦ λαθεῖν, ἀλλʼ οἱ σύμπαντες ἑκκαίδεκα γενόμενοι χρίονται μὲν αἰθάλῳ τὰ πρόσωπα νυκτός, ἐμπιόντες δὲ ἄκρατον ἅμʼ ἡμέρᾳ προσπίπτουσι τῷ Ῥωμαίῳ κατʼ ἀγορὰν θύοντι, καὶ καταβαλόντες αὐτόν τε καὶ τῶν περὶ αὐτὸν οὐκ ὀλίγους ἐκ τῆς πόλεως μετέστησαν.
达蒙对此深感恐惧,并对这一调戏企图感到愤怒,于是密谋对付那个人,并联合了一些同龄人反对他。 为了保密,人数并不多,总共只有十六人,他们在夜间用煤灰涂脸,并在黎明时分喝下烈酒,袭击了正在市场上献祭的罗马人。 在击倒了他和身边的不少人之后,他们撤离了城市。
§1.4γενομένης δὲ ταραχῆς ἡ τῶν Χαιρωνέων βουλὴ συνελθοῦσα θάνατον αὐτῶν κατέγνω· καὶ τοῦτο ἦν ὑπὲρ τῆς πόλεως ἀπολόγημα πρὸς τοὺς Ῥωμαίους.
骚乱发生后,喀罗尼亚的议会集会并判处他们死刑;这成为了城市向罗马人交代的申辩。
ἑσπέρας δὲ τῶν ἀρχόντων, ὥσπερ ἔθος ἐστί, κοινῇ δειπνούντων οἱ περὶ τὸν Δάμωνα παρεισπεσόντες εἰς τὸ ἀρχεῖον ἀπέσφαξαν αὐτοὺς καὶ πάλιν ᾤχοντο φεύγοντες ἐκ τῆς πόλεως.
然而,到了晚上,当官员们按惯例一起用餐时,达蒙一伙闯入官署,将他们杀害,并再次逃离了城市。
§1.5ἔτυχε δὲ περὶ τὰς ἡμέρας ἐκείνας Λεύκιος Λούκουλλος ἐπί τινα πρᾶξιν μετὰ δυνάμεως παρερχόμενος.
大约在那些日子里,卢基乌斯·卢库鲁斯正率领军队经过此地执行某项任务。
ἐπιστήσας δὲ τὴν πορείαν καὶ τῶν γεγονότων προσφάτων ὄντων ἐξέτασιν ποιησάμενος εὗρε τὴν πόλιν οὐδενὸς αἰτίαν, ἀλλὰ μᾶλλον συνηδικημένην· καὶ τοὺς στρατιώτας ἀναλαβὼν ἀπήγαγε μεθʼ ἑαυτοῦ.
他停下行军,因事件刚刚发生而展开调查,发现城市毫无过错,反而是共同的受害者;于是他带着士兵们一同离开了。
§1.6τὸν δὲ Δάμωνα λῃστείαις καὶ καταδρομαῖς πορθοῦντα τὴν χώραν καὶ τῇ πόλει προσκείμενον ὑπηγάγοντο πρεσβείαις καὶ ψηφίσμασι φιλανθρώποις οἱ πολῖται, κατελθόντα δὲ γυμνασίαρχον κατέστησαν·
但由于达蒙通过抢劫和袭击蹂躏乡野,并压迫城市,市民们通过派遣使节和通过友好的决议将他召回。
εἶτʼ ἀλειφόμενον ἐν τῷ πυριατηρίῳ διέφθειραν.
在他回来后,市民们任命他为体育馆长;随后在他于蒸气浴室涂抹润肤油时将他杀害。
ἐπὶ πολὺν δὲ χρόνον εἰδώλων τινῶν ἐν τῷ τόπῳ προφαινομένων καὶ στεναγμῶν ἐξακουομένων, ὡς οἱ πατέρες ἡμῶν λέγουσι, τὰς θύρας ἀνῳκοδόμησαν τοῦ πυριατηρίου·
由于在很长一段时间里,该地点常有幻影出现并听到呻吟声,正如我们的父辈所说,他们便用墙堵死了蒸气浴室的门。
καὶ μέχρι νῦν οἱ τῷ τόπῳ γειτνιῶντες οἴονταί τινας ὄψεις καὶ φωνὰς ταραχώδεις φέρεσθαι.
直到今天,居住在附近的人们仍认为有不安的幽象和声音在彼处游荡。
§1.7τοὺς δʼ ἀπὸ τοῦ γένους αὐτοῦ (διασώζονται γὰρ ἔνιοι, μάλιστα τῆς Φωκίδος περὶ Στεῖριν, αἰολίζοντες) ἀσβολωμένους καλοῦσι διὰ τὸ τὸν Δάμωνα πρὸς τὸν φόνον ἀσβόλῳ χρισάμενον ἐξελθεῖν.
而该家族的后裔(因为有些人依然幸存,主要在福基斯的斯泰里斯周围,操着爱奥里斯方言)被称为“满身煤灰者”,这是因为达蒙当年去行凶时,曾用煤灰涂抹全身。