§12.1καὶ μὴν αὐτοῦ γε τοῦ μεγάλου βασιλέως οὐδεὶς ἐταπείνωσε καὶ συνέστειλε τὸ φρόνημα μᾶλλον ἢ Κίμων.
确实,没有人比西蒙更打击并压制大王本人的骄横气焰。
οὐ γὰρ ἀνῆκεν ἐκ τῆς Ἑλλάδος ἀπηλλαγμένον, ἀλλʼ ὥσπερ ἐκ ποδὸς διώκων, πρὶν διαπνεῦσαι καὶ στῆναι τοὺς βαρβάρους, τὰ μὲν ἐπόρθει καὶ κατεστρέφετο, τὰ δὲ ἀφίστη καὶ προσήγετο τοῖς Ἕλλησιν, ὥστε τὴν ἀπʼ Ἰωνίας Ἀσίαν ἄχρι Παμφυλίας παντάπασι Περσικῶν ὅπλων ἐρημῶσαι.
因为他并没有在大王撤离希腊后就放过他,而是紧追不舍,仿佛步步紧逼,在蛮族得以喘息和站稳脚跟之前,他一边劫掠并征服了部分地区,一边又使其他地区倒戈并争取到希腊人这一边,从而将从伊奥尼亚到潘菲利亚的亚洲地区完全清除干净了波斯武力。
§12.2πυθόμενος δὲ τοὺς βασιλέως στρατηγοὺς μεγάλῳ στρατῷ καὶ ναυσὶ πολλαῖς ἐφεδρεύειν περὶ Παμφυλίαν, καὶ βουλόμενος αὐτοῖς ἄπλουν καὶ ἀνέμβατον ὅλως ὑπὸ φόβου τὴν ἐντὸς Χελιδονίων ποιήσασθαι θάλατταν, ὥρμησεν ἄρας ἀπὸ Κνίδου καὶ Τριοπίου διακοσίαις τριήρεσι, πρὸς μὲν τάχος ἀπʼ ἀρχῆς καὶ περιαγωγὴν ὑπὸ Θεμιστοκλέους ἄριστα κατεσκευασμέναις, ἐκεῖνος δὲ τότε καὶ πλατυτέρας ἐποίησεν αὐτὰς καὶ διάβασιν τοῖς καταστρώμασιν ἔδωκεν, ὡς ἂν ὑπὸ πολλῶν ὁπλιτῶν μαχιμώτεραι προσφέροιντο τοῖς πολεμίοις.
当得知大王的将领们率领大军和众多船只在潘菲利亚一带伺机而动,并希望让他们因恐惧而完全不敢航行并进入赫利多尼亚群岛以内的海域时,西蒙率领两百艘三段击桨战船从克尼多斯和特里奥皮翁出发。 这些战船起初由地米斯托克利为了速度和转弯性能而建造得极好,但西蒙当时将它们加宽,并在甲板间架设了通道,以便搭载许多重装步兵,使它们在迎击敌人时更具战斗力。
§12.3ἐπιπλεύσας δὲ τῇ πόλει τῶν Φασηλιτῶν, Ἑλλήνων μὲν ὄντων, οὐ δεχομένων δὲ τὸν στόλον οὐδὲ βουλομένων ἀφίστασθαι βασιλέως, τήν τε χώραν κακῶς ἐποίει καὶ προσέβαλλε τοῖς τείχεσιν.
他航行攻击法塞利斯人的城市,他们虽是希腊人,却不接纳这支舰队,也不愿背叛大王,于是西蒙蹂躏了他们的土地并进攻城墙。
οἱ δὲ Χῖοι συμπλέοντες αὐτῷ, πρὸς δὲ τοὺς Φασηλίτας ἐκ παλαιοῦ φιλικῶς ἔχοντες, ἅμα μὲν τὸν Κίμωνα κατεπράϋνον, ἅμα δὲ τοξεύοντες ὑπὲρ τὰ τείχη βιβλίδια προσκείμενα τοῖς ὀϊστοῖς ἐξήγγελλον τοῖς Φασηλίταις.
但与他一同航行的希奥斯人,因自古以来就与法塞利斯人友好,便一边安抚西蒙,一边向城墙上射箭,通过附在箭上的小卷轴向法塞利斯人传递消息。
§12.4τέλος δὲ διήλλαξεναὐτούς, ὅπως δέκα τάλαντα δόντες ἀκολουθῶσι καὶ συστρατεύωσιν ἐπὶ τοὺς βαρβάρους.
最终他使他们达成了和解,条件是他们支付十塔兰同,并随军参加针对蛮族的远征。
ἔφορος μὲν οὖν Τιθραύστην φησὶ τῶν βασιλικῶν νεῶν ἄρχειν καὶ τοῦ πεζοῦ Φερενδάτην, Καλλισθένης δʼ Ἀριομάνδην τὸν Γωβρύου κυριώτατον ὄντα τῆς δυνάμεως παρὰ τὸν Εὐρυμέδοντα ταῖς ναυσὶ παρορμεῖν, οὐκ ὄντα μάχεσθαι τοῖς Ἕλλησι πρόθυμον, ἀλλὰ προσδεχόμενον ὀγδοήκοντα ναῦς Φοινίσσας ἀπὸ Κύπρου προσπλεούσας.
埃福罗斯说,蒂斯拉乌斯特斯统帅皇家舰队,费伦达特斯统帅陆军;但卡里斯提尼说,戈布里亚斯之子阿里奥曼德斯作为全军的最高统帅,率领船只停泊在欧里梅敦河附近,他并不急于同希腊人交战,而是在等待从塞浦路斯航行而来的八十艘腓尼基船只。
§12.5ταύτας φθῆναι βουλόμενος ὁ Κίμων ἀνήχθη, βιάζεσθαι παρεσκευασμένος, ἂν ἑκόντες μὴ ναυμαχῶσιν.
西蒙为了抢在这些船只之前而起航,做好了如果他们不愿主动进行海战就强加迎击的准备。
οἱ δὲ πρῶτον μέν, ὡς μὴ βιασθεῖεν, εἰς τὸν ποταμὸν εἰσωρμίσαντο, προσφερομένων δὲ τῶν Ἀθηναίων ἀντεξέπλευσαν, ὡς ἱστορεῖ Φανόδημος, ἑξακοσίαις ναυσίν, ὡς δʼ Ἔφορος, πεντήκοντα καὶ τριακοσίαις. ἔργον δὲ κατὰ γοῦν τὴν θάλατταν οὐδὲν ὑπʼ αὐτῶν ἐπράχθη τῆς δυνάμεως ἄξιον,
起初,为了不被强迫,他们退入河中,但当雅典人逼近时,他们便出航迎击。 据法诺德摩斯记载,他们有六百艘船,而据埃福罗斯记载,则有三百五十艘。
§12.6ἀλλʼ εὐθὺς εἰς τὴν γῆν ἀποστρέφοντες ἐξέπιπτον οἱ πρῶτοι καὶ κατέφευγον εἰς τὸ πεζὸν ἐγγὺς παρατεταγμένον, οἱ δὲ καταλαμβανόμενοι διεφθείροντο μετὰ τῶν νεῶν.
然而,至少在海上,他们并没有做出任何与他们的军力相称的事迹,而是立即调头驶向陆地,最前方的船只搁浅,士兵逃往附近安营扎寨的陆军那里,而那些被追上的船只则连同船员一同被歼灭。
ᾧ καὶ δῆλόν ἐστιν, ὅτι πάμπολλαί τινες αἱ πεπληρωμέναι τοῖς βαρβάροις νῆες ἦσαν, ὅτε πολλῶν μέν, ὡς εἰκός, ἐκφυγουσῶν, πολλῶν δὲ συντριβεισῶν, ὅμως αἰχμαλώτους διακοσίας ἔλαβον οἱ Ἀθηναῖοι.
由此也清楚表明,蛮国装备的船只数量极其庞大,因为尽管像理所当然的那样有许多船只逃脱,许多船只被击碎,但雅典人仍然俘获了两百艘。