Humanitext Reader

普鲁塔克 · 客蒙传 §11.1-11.3

免除盟国兵役与雅典霸权的建立

第 11 段,共 19 段 · 希腊语

内容简介

与其他强迫盟国服役的将领相反,西蒙接受盟国以资金和空船代替兵役,使他们安于闲暇。结果,盟国因懈怠而降为附庸,而勤于训练的雅典人则在不知不觉中成为了他们的主人。

§11.1ἐπεὶ δʼ οἱ σύμμαχοι τοὺς φόρους μὲν ἐτέλουν, ἄνδρας δὲ καὶ ναῦς ὡς ἐτάχθησαν οὐ παρεῖχον, ἀλλʼ ἀπαγορεύοντες ἤδη πρὸς τὰς στρατείας, καὶ πολέμου μὲν οὐδὲν δεόμενοι, γεωργεῖν δὲ καὶ ζῆν καθʼ ἡσυχίαν ἐπιθυμοῦντες, ἀπηλλαγμένων τῶν βαρβάρων καὶ μὴ διοχλούντων, οὔτε τὰς ναῦς ἐπλήρουν οὔτʼ ἄνδρας ἀπέστελλον, οἱ μὲν ἄλλοι στρατηγοὶ τῶν Ἀθηναίων προσηνάγκαζον αὐτοὺς ταῦτα ποιεῖν καὶ τοὺς ἐλλείποντας ὑπάγοντες δίκαις καὶ κολάζοντες ἐπαχθῆ τὴν ἀρχὴν καὶ λυπηρὰν ἐποίουν,
然而,同盟国虽然缴纳了贡税,却不再按规定提供兵员和船只,他们已经对远征感到厌倦。 由于蛮族已经离去,不再造成干扰,他们完全不想要战争,而渴望务农和过平静的生活,因此既不派人装配船只,也不派遣兵员。 雅典的其他将领便强迫他们履行这些义务,并将怠忽者诉诸法律并予以惩罚,使得他们的统治变得令人反感和痛苦。
§11.2Κίμων δὲ τὴν ἐναντίαν ὁδὸν ἐν τῇ στρατηγίᾳ πορευόμενος βίαν μὲν οὐδενὶ τῶν Ἑλλήνων προσῆγε, χρήματα δὲ λαμβάνων παρὰ τῶν οὐ βουλομένων στρατεύεσθαι καὶ ναῦς κενάς, ἐκείνους εἴα δελεαζομένους τῇ σχολῇ περὶ τὰ οἰκεῖα διατρίβειν, γεωργοὺς καὶ χρηματιστὰς ἀπολέμους ἐκ πολεμικῶν ὑπὸ τρυφῆς καὶ ἀνοίας γινομένους, τῶν δʼ Ἀθηναίων ἀνὰ μέρος πολλοὺς ἐμβιβάζων καὶ διαπονῶν ταῖς στρατείαις ἐν ὀλίγῳ χρόνῳ τοῖς παρὰ τῶν συμμάχων μισθοῖς καὶ χρήμασι δεσπότας αὐτῶν τῶν διδόντων ἐποίησε.
西蒙在担任将军时则采取了相反的途径,不向任何希腊人施加暴力。 他从那些不想服役的人那里接受资金和空船,允许他们因闲暇的诱惑而专注于自己的家务,从而因奢侈和愚蠢,由尚武之人变成了不习战争的农夫和商人。 另一方面,他轮流让许多雅典人登船,通过军事远征对他们进行艰苦的训练,在短时间内,利用同盟国提供的军饷和资金,使雅典人成为了这些出资者本人的主人。
§11.3πλέοντας γὰρ αὐτοὺς συνεχῶς καὶ διὰ χειρὸς ἔχοντας ἀεὶ τὰ ὅπλα καὶ τρεφομένους καὶ ἀσκοῦντας ἐκ τῆς αὐτῶν ἀστρατείαςἐθισθέντες φοβεῖσθαι καὶ κολακεύειν, ἔλαθον ἀντὶ συμμάχων ὑποτελεῖς καὶ δοῦλοι γεγονότες.
因为雅典人不断航行,手中总是拿着武器,并在同盟国规避兵役的过程中获得了给养和锻炼,同盟国的人习惯了惧怕和讨好他们,不知不觉中,他们已不再是盟友,而是变成了纳贡者和奴隶。

词汇与语法注释

  1. 11.1ἀπηλλαγμένων τῶν βαρβάρων καὶ μὴ διοχλούντων — 独立属格结构(genitive absolute)。说明敌人(蛮族)已经离去的客观背景,构成了同盟国不愿服兵役的原因。
  2. 11.2γεωργοὺς καὶ χρηματιστὰς ἀπολέμους ἐκ πολεμικῶν ὑπὸ τρυφῆς καὶ ἀνοίας γινομένους — 分词短语,用作动词 `εἴα`(允许、听任)的宾语补足语。描写了作为其逻辑主语的 `ἐκείνους`(他们,即同盟国人)如何因奢侈与愚蠢,从原先的“尚武之人”(`ἐκ πολεμικῶν`)逐渐转变为“不习战争的农夫和商人”(`γεωργοὺς καὶ χρηματιστὰς ἀπολέμους`)的过程。
  3. 11.3ἔλαθον ἀντὶ συμμάχων ὑποτελεῖς καὶ δοῦλοι γεγονότες — 动词 `λανθάνω`(`ἔλαθον`)与主格分词(`γεγονότες`)结合的惯用句式,意为“(主语自己)不知不觉地成为了……”。此处强调同盟国人在毫无自觉的情况下,堕落为了雅典的纳贡者和奴隶。

引用这一段

普鲁塔克, 客蒙传 §11.1-11.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:11.1-11.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。