§1.1ἐπεὶ δὲ καὶ τὸν τούτου διεληλύθαμεν βίον, ἴωμεν ἤδη πρὸς τὴν σύγκρισιν.
さて、この者の生涯についても語り終えたので、いよいよ比較に進むことにしよう。
τὸ μὲν οὖν ἀφʼ ἑαυτῶν αὐξήσεως ἀρχὴν λαβοῦσι μεγάλοις γενέσθαι κοινὸν ἀμφοτέροις ὑπῆρξεν, ἴδιον δὲ Λυσάνδρου τὸ βουλομένων τῶν πολιτῶν καὶ ὑγιαινόντων ὅσας ἔσχεν ἀρχὰς λαβεῖν, βιάσασθαι δὲ μηδὲν ἀκόντων μηδʼ ἰσχῦσαι παρὰ τοὺς νόμους.
それゆえ、自らの力から成長の端緒を得て偉大になったことは両者に共通していたが、リュサンドロスに固有であったのは、市民たちがそれを望み、かつ健全な精神状態にあるなかで、彼が手に入れたすべての官職を得たことであり、違背する者たちに少しも暴力を振るわず、また法律に反して権力を振るうこともなかったことである。
§1.2"ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς,"
ὥσπερ ἐν Ῥώμῃ τότε διεφθαρμένου τοῦ δήμου καὶ νοσοῦντος αὐτοῖς τοῦ πολιτεύματος ἄλλος ἀλλαχόθεν ἀνίστατο δυνάστης.
「不和のなかでは、極悪人であっても名誉にあずかる」と言われるように、当時のローマにおいて、民衆が堕落し、国家体制が彼らにとって病んでいたまさにその時に、あちこちから別の権力者が立ち上がった。
καὶ οὐδὲν ἦν θαυμαστὸν εἰ Σύλλας ἦρχεν, ὅτε Γλαυκίαι καὶ Σατορνῖνοι Μετέλλους ἤλαυνον ἐκ τῆς πόλεως, ὑπάτων δὲ ἀπεσφάττοντο παῖδες ἐν ἐκκλησίαις, ἀργυρίῳ δὲ καὶ χρυσίῳ τὰ ὅπλα παρελάμβανον ὠνούμενοι τοὺς στρατευομένους, πυρὶ δὲ καὶ σιδήρῳ τοὺς νόμους ἐτίθεσαν βιαζόμενοι τοὺς ἀντιλέγοντας.
そして、グラウキアスやサトルニヌスのような者たちがメテッルスのような人々を市外へ追放し、民会において執政官の子らが虐殺され、金銀を投じて軍資金を買い取ることで兵器を手に入れ、反対する者たちに暴力を振るい火と剣をもって法律を制定していたような時代に、スッラが支配権を握ったとしても何ら不思議なことではなかった。
§1.3οὐκ αἰτιῶμαι δὲ τὸν ἐν τοιούτοις πράγμασι μέγιστον ἰσχῦσαι διαπραξάμενον, ἀλλὰ σημεῖον οὐ τίθεμαι τοῦ βέλτιστον εἶναι τὸ γενέσθαι πρῶτον οὕτω πονηρὰ πραττούσης τῆς πόλεως, ὁ δὲ ἀπὸ τῆς Σπάρτης εὐνομουμένης τότε μάλιστα καὶ σωφρονούσης ἐπὶ τὰς μεγίστας ἐκπεμπόμενος ἡγεμονίας καὶ πράξεις σχεδὸν ἀρίστων ἄριστος ἐκρίνετο καὶ πρώτων πρῶτος.
私は、このような状況下で最大の権力を得ることを成し遂げた者を非難するわけではないが、国家がこれほど不善を行っている時に第一人者になることが、最も優れた者であることの証拠だとは見なさない。 これに対して、当時最もよく法が治まり節度を保っていたスパルタから、最も重大な指揮権と軍事行動へと派遣されたあの者は、事実上、最も優れた者たちのなかの最も優れた者、第一人者たちのなかの第一人者であると判定されたのである。
§1.4ὅθεν ὁ μὲν πολλάκις τὴν ἀρχὴν ἀποδοὺς τοῖς πολίταις ἀνέλαβε πολλάκις·
それゆえに、一方はしばしば官職を市民たちに返還しては、しばしばそれを再び引き受けた。
διέμενε γὰρ ἡ τιμὴ τῆς ἀρετῆς ἔχουσα τὸ πρωτεῖον ὁ δὲ ἅπαξ αἱρεθεὶς στρατεύματος ἡγεμών, ἔτη συνεχῶς δέκα, νῦν μὲν ὕπατον, νῦν δὲ δικτάτορα ποιῶν ἑαυτόν, ἀεὶ δὲ ὢν τύραννος, ἐν τοῖς ὅπλοις ἔμενεν.
徳への敬意が第一の地位を保ち続けていたからである。 しかし他方は、一度軍隊の指揮官に選ばれると、十年間連続して、ある時は自らを執政官とし、ある時は独裁官とし、常に僭主であり続けながら、武力を手放さなかった。