§3.1πυνθανόμενος δὲ ὁ Τίτος τοὺς πρὸ ἑαυτοῦ στρατηγούς, τοῦτο μὲν Σουλπίκιον, τοῦτο δὲ Πόπλιον, ὀψὲ τῆς ὥρας ἐμβαλόντας εἰς Μακεδονίαν καὶ τοῦ πολέμου βραδέως ἁψαμένους κατατετρῖφθαι τοπομαχοῦντας καὶ διαπληκτιζομένους ἀκροβολισμοῖς ὑπὲρ ὁδῶν καὶ σιτολογίας πρὸς τὸν Φίλιππον, οὐκ ᾤετο δεῖν, §3.2ὥσπερ ἐκεῖνοι καταναλώσαντες οἴκοι τὸν ἐνιαυτὸν ἐν τιμαῖς καὶ πολιτείαις ὕστερον ἐξώρμησαν ἐπὶ τὰς στρατείας, οὕτως καὶ αὐτὸς ἐνιαυτὸν ἐπικερδᾶναι τῇ ἀρχῇ, τὸν μὲν ὑπατεύσας, τῷ δὲ πολεμήσας, ἀλλʼ ὁμοῦ φιλοτιμούμενος ἐνεργὸν τῷ πολέμῳ τὴν ἀρχὴν παρασχεῖν, τὰς μὲν ἐν τῇ πόλει τιμὰς καὶ προεδρίας ἀφῆκεν, §3.3αἰτησάμενος δὲ παρὰ τῆς βουλῆς τὸν ἀδελφὸν αὑτῷ Λεύκιον ἄρχοντα νεῶν συστρατεύειν, καὶ τῶν μετὰ Σκηπίωνος ἐν Ἰβηρίᾳ μὲν Ἀσδρούβαν, ἐν Λιβύῃ δὲ Ἀννίβαν αὐτὸν καταμεμαχημένων τοὺς ἀκμάζοντας ἔτι καὶ προθύμους ἀναλαβὼν ὥσπερ στόμωμα, τρισχιλίους γενομένους, εἰς τὴν Ἤπειρον ἀσφαλῶς διεπέρασε.
提图斯获悉在他之前的将领们——一方面是苏尔皮基乌斯,另一方面是普布利乌斯——因在季节极晚时才侵入马其顿,且开始战争行动迟缓,结果在与腓力争夺道路和粮草的阵地战和遭遇战中消耗了时间、疲惫不堪,他便认为不应当像他们那样,先在国内的名誉和公务中耗费一整年,随后才出发进行远征,自己也以此在官职期限上多赚一年;相反,他渴望同时使自己的官职在战争中发挥实际效能,于是他放弃了城邦中的荣誉和前排座席等特权,向元老院请求让其兄弟卢基乌斯作为舰队指挥官与他一同出征,并挑选了曾随西庇阿在西班牙击败哈斯德鲁巴、在利比亚击败汉尼拔本人的士兵中仍处于盛年且斗志旺盛者,约三千人,作为锐气带在身边,安全地渡海抵达伊庇鲁斯。
§3.4καὶ τὸν Πόπλιον εὑρὼν μετὰ τῆς δυνάμεως ἀντιστρατοπεδεύοντα τῷ Φιλίππῳ τὰς περὶ τὸν Ἄψον ποταμὸν ἐμβολὰς καὶ τὰ Στενὰ φυλάττοντι πολὺν ἤδη χρόνον, οὐδὲν δὲ περαίνοντα διὰ τὴν ὀχυρότητα τῶν χωρίων, παρέλαβε τὸ στράτευμα καὶ τὸν Πόπλιον ἀποπέμψας κατεσκέπτετο τοὺς τόπους, εἰσὶ δὲ ὀχυροὶ μὲν οὐχ ἧττον τῶν περὶ τὰ Τέμπη, κάλλη δὲ δένδρων, ὡς ἐκεῖνοι, καὶ χλωρότητα ὕλης καὶ διατριβὰς καὶ λειμῶνας ἡδεῖς οὐκ ἔχουσιν.
他发现普布利乌斯正率军与守卫着阿普苏斯河附近通路和峡谷的腓力对峙,已有很长时间,但因地形险固而毫无进展,于是提图斯接管了军队,打发普布利乌斯回国,并开始考察该地地形。 此地之险要不亚于坦佩,但没有像坦佩那样美丽的树木、繁茂的绿林、游憩之所和宜人的草地。
§3.5ὀρῶν δὲ μεγάλων καὶ ὑψηλῶν ἑκατέρωθεν εἰς μίαν φάραγγα μεγίστην καὶ βαθεῖαν συμφερομένων διεκπίπτων ὁ Ἄψος καὶ σχῆμα καὶ τάχος ἐξομοιοῦται πρὸς τὸν Πηνειόν, τὴν μὲν ἄλλην ἅπασαν ἀποκρύπτων ὑπώρειαν, ἐκτομὴν δὲ κρημνώδη καὶ στενὴν παρὰ τὸ ῥεῖθρον ἀπολείπων ἀτραπόν, οὐδὲ ἄλλως ῥᾳδίαν στρατεύματι διελθεῖν, εἰ δὲ καὶ φυλάττοιτο, παντελῶς ἄπορον.
两侧高大险峻的群山汇聚成一个极深极大的峡谷,阿普苏斯河从中奔流而出,其形状与流速都极其类似于佩内乌斯河。 它遮蔽了其余所有的山麓,只在溪流旁留下一条陡峭狭窄的开凿小道,即使在平时,军队也极难通过,而如果有人防守,则完全无法逾越。