§3.1πυνθανόμενος δὲ ὁ Τίτος τοὺς πρὸ ἑαυτοῦ στρατηγούς, τοῦτο μὲν Σουλπίκιον, τοῦτο δὲ Πόπλιον, ὀψὲ τῆς ὥρας ἐμβαλόντας εἰς Μακεδονίαν καὶ τοῦ πολέμου βραδέως ἁψαμένους κατατετρῖφθαι τοπομαχοῦντας καὶ διαπληκτιζομένους ἀκροβολισμοῖς ὑπὲρ ὁδῶν καὶ σιτολογίας πρὸς τὸν Φίλιππον, οὐκ ᾤετο δεῖν, §3.2ὥσπερ ἐκεῖνοι καταναλώσαντες οἴκοι τὸν ἐνιαυτὸν ἐν τιμαῖς καὶ πολιτείαις ὕστερον ἐξώρμησαν ἐπὶ τὰς στρατείας, οὕτως καὶ αὐτὸς ἐνιαυτὸν ἐπικερδᾶναι τῇ ἀρχῇ, τὸν μὲν ὑπατεύσας, τῷ δὲ πολεμήσας, ἀλλʼ ὁμοῦ φιλοτιμούμενος ἐνεργὸν τῷ πολέμῳ τὴν ἀρχὴν παρασχεῖν, τὰς μὲν ἐν τῇ πόλει τιμὰς καὶ προεδρίας ἀφῆκεν,
ティトスは、自分の前の将軍たち、すなわち一方ではスルピキウスが、他方ではプブリウスが、季節の遅い時期にマケドニアに侵入して戦争に遅まきながら着手し、フィリッポスに対して道路や食糧調達をめぐる陣地戦や小競り合いでの小戦に時を費やして疲弊したことを知ると、彼らが本国において名誉ある公職のうちに1年を費やし、その後に遠征へと出発したように、自分自身もまた、1年を執政官として過ごし、もう1年を戦争に費やすことで、職権を1年余分に得ようとすべきではないと考え、むしろ、それと同時に己の職権を戦争において有効に機能させようと熱望し、市中での名誉や上席の特権を放棄した。
§3.3αἰτησάμενος δὲ παρὰ τῆς βουλῆς τὸν ἀδελφὸν αὑτῷ Λεύκιον ἄρχοντα νεῶν συστρατεύειν, καὶ τῶν μετὰ Σκηπίωνος ἐν Ἰβηρίᾳ μὲν Ἀσδρούβαν, ἐν Λιβύῃ δὲ Ἀννίβαν αὐτὸν καταμεμαχημένων τοὺς ἀκμάζοντας ἔτι καὶ προθύμους ἀναλαβὼν ὥσπερ στόμωμα, τρισχιλίους γενομένους, εἰς τὴν Ἤπειρον ἀσφαλῶς διεπέρασε.
そして、元老院に対して、自分の兄弟であるレウキオスを艦隊司令官として同行させることを要請し、また、スキピオと共にイベリアでハスドルバルを、リビアでハンニバル自身を打ち破った兵たちのうち、まだ盛りにあって熱意のある者を、いわば精鋭として3000名連れて行き、エペイロスへと安全に渡った。
§3.4καὶ τὸν Πόπλιον εὑρὼν μετὰ τῆς δυνάμεως ἀντιστρατοπεδεύοντα τῷ Φιλίππῳ τὰς περὶ τὸν Ἄψον ποταμὸν ἐμβολὰς καὶ τὰ Στενὰ φυλάττοντι πολὺν ἤδη χρόνον, οὐδὲν δὲ περαίνοντα διὰ τὴν ὀχυρότητα τῶν χωρίων, παρέλαβε τὸ στράτευμα καὶ τὸν Πόπλιον ἀποπέμψας κατεσκέπτετο τοὺς τόπους, εἰσὶ δὲ ὀχυροὶ μὲν οὐχ ἧττον τῶν περὶ τὰ Τέμπη, κάλλη δὲ δένδρων, ὡς ἐκεῖνοι, καὶ χλωρότητα ὕλης καὶ διατριβὰς καὶ λειμῶνας ἡδεῖς οὐκ ἔχουσιν.
そして、プブリウスが軍勢を率いて、アプスス川付近の進入路と峡谷をすでに長い間守っているフィリッポスと対峙して陣を敷いているものの、地形の険しさのために何も進展させられずにいるのを見出すと、その軍隊を引き継ぎ、プブリウスを帰国させてその一帯を偵察した。 そこはテンペ地方に劣らず険しい場所であるが、あちらのような樹木の美しさや、森の青々しさ、休息所や心地よい草原は備えていなかった。
§3.5ὀρῶν δὲ μεγάλων καὶ ὑψηλῶν ἑκατέρωθεν εἰς μίαν φάραγγα μεγίστην καὶ βαθεῖαν συμφερομένων διεκπίπτων ὁ Ἄψος καὶ σχῆμα καὶ τάχος ἐξομοιοῦται πρὸς τὸν Πηνειόν, τὴν μὲν ἄλλην ἅπασαν ἀποκρύπτων ὑπώρειαν, ἐκτομὴν δὲ κρημνώδη καὶ στενὴν παρὰ τὸ ῥεῖθρον ἀπολείπων ἀτραπόν, οὐδὲ ἄλλως ῥᾳδίαν στρατεύματι διελθεῖν, εἰ δὲ καὶ φυλάττοιτο, παντελῶς ἄπορον.
両側から巨大で高い山々が寄り合って、一つの極めて大きく深い峡谷をなしており、そこを突き抜けて流れるアプスス川は、形状も流れの速さもペネイオス川に酷似している。 それは山の麓を他はすべて覆い隠し、流れに沿って絶壁の狭い切り通しの小道を残すのみで、そうでなくても軍隊が通過するのは容易ではないが、もしそこが守られているならば、完全に通行不可能となる。