§20.1τὸ δὲ οὖν φύσει Τίτου φιλότιμον, ἄχρι μὲν ἱκανὴν εἶχεν ὕλην περὶ τοὺς εἰρημένους πολέμους διατρίβοντος, εὐδοκίμει· καὶ γὰρ ἐχιλιάρχησεν αὖθις μετὰ τὴν ὑπατείαν, οὐδενὸς ἐπείγοντος·
且说提图斯天生好名,只要在上述战争中消磨时光、拥有充足的施展空间,他便享有盛誉;因为在卸任执政官之后,在没有任何迫切需要的情况下,他又一次担任了军事护民官。
ἀπαλλαγεὶς δέ τοῦ ἄρχειν καὶ πρεσβύτερος ὢν ἠλέγχετο μᾶλλον, ἐν οὐκ ἔχοντι πράξεις ἔτι τῷ λοιπῷ βίῳ σπαργῶντα πρὸς δόξαν καὶ νεανἰζοντα τῷ πάθει κατέχειν ἑαυτὸν οὐ δυνάμενος.
然而,在摆脱了公职且年岁渐长之后,他的缺点便更加暴露出来,因为在余下已无英雄用武之地的生涯中,他无法克制自己那追求名声的蓬勃野心和流于年轻气盛的热情。
§20.2τοιαύτῃ γάρ τινι καὶ τὸ περὶ Ἀννίβαν φορᾷ ἐδόκει πράξας ἐπαχθὴς γενέσθαι τοῖς πολλοῖς.
因为正是由于某种类似的冲动,他被认为在处理汉尼拔的事情上行事过分,从而招致了许多人的反感。
ὁ γὰρ Ἀννίβας οἴκοθεν μὲν ἐκ Καρχηδόνος ὑπεκδρὰς Ἀντιόχῳ συνῆν, ἐκείνου δέ μετὰ τὴν ἐν Φρυγίᾳ μάχην εἰρήνης ἀγαπητῶς τυχόντος, αὖθις φεύγων καὶ πλανηθεὶς πολλά τέλος ἐν τῇ Βιθυνίᾳ κατέστη Προυσίαν θεραπεύων, οὐδενὸς Ῥωμαίων ἀγνοοῦντος, ἀλλὰ παρορώντων ἁπάντων διʼ ἀσθένειαν καὶ γῆρας ὥσπερ ἐρριμμένον ὑπὸ τῆς τύχης.
盖汉尼拔从故乡迦太基秘密逃亡后,曾投奔安条克;但在后者于弗里吉亚之战后勉强获得和平后,汉尼拔再次逃亡并四处流浪,最终在比提尼亚安顿下来,侍奉普鲁西阿斯。 对此罗马人无一不知,但鉴于他因衰弱和年老而仿佛被命运抛弃,所有人便都对他不予理会。
§20.3Τίτος δέ πρεσβευτὴς διʼ ἑτέρας δή τινας πράξεις ὑπὸ τῆς βουλῆς πρὸς τὸν Προυσίαν ἀφικόμενος καὶ τὸν Ἀννίβαν ἰδὼν αὐτόθι διαιτώμενον, ἠγανάκτησεν εἰ ζῇ, καὶ πολλά τοῦ Προυσίου δεομένου καὶ λιπαροῦντος ὑπὲρ ἀνδρὸς ἱκέτου καὶ συνήθους οὐ παρῆκε.
然而,提图斯因元老院派出的其他事务作为使节来到普鲁西阿斯处,看到汉尼拔在那里生活,便对他依然在世感到愤慨;尽管普鲁西阿斯为这位托庇于己的友人多次苦苦哀求,提图斯也绝不让步。
χρησμοῦ δέ τινος, ὡς ἔοικε, παλαιοῦ περὶ τῆς Ἀννίβου τελευτῆς οὕτως ἔχοντος,
"Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας,"
ὁ μὲν ἄρα Λιβύην ὑπενόει καὶ τὰς ἐν Καρχηδόνι ταφάς, ὡς ἐκεῖ καταβιωσόμενος·
似乎有一个关于汉尼拔之死的古老神谕是这样说的: “一抔利比亚的泥土将覆盖汉尼拔的尸骨。 ” 于是,他本人曾以为这意味着利比亚和在迦太基的葬礼,并期望在那里终老。
§20.4ἐν δὲ Βιθυνίᾳ τόπος ἐστὶ θινώδης ἐπὶ θαλάσσης καὶ πρὸς αὐτῷ κώμη τις μεγάλη Λίβυσσα καλεῖται, περὶ ταύτην ἔτυχε διατρίβων Ἀννίβας, ἀεὶ δὲ ἀπιστῶν τῇ τοῦ Προυσίου μαλακίᾳ καὶ φοβούμενος τοὺς Ῥωμαίους τὴν οἰκίαν ἔτι πρότερον ἐξόδοις ἑπτὰ καταγείοις συντετρημένην ἐκ τῆς ἑαυτοῦ διαίτης εἶχεν, ἄλλου κατʼ ἄλλο τῶν ὑπονόμων, πόρρω δὲ πάντων ἀδήλως ἐκφερόντων.
但在比提尼亚,海边有一处多沙的地方,紧邻那里有一个大村庄叫做利比萨。 汉尼拔当时正好住在那里,因他始终不信任普鲁西阿斯的软弱,并且惧怕罗马人,所以早在此前,他就让人在自己起居室的地下开凿了七个连通的出口。 这些地道分别通往不同的方向,且都隐秘地通向极远的地方。
§20.5ὡς οὖν ἤκουσε τότε τὸ πρόσταγμα τοῦ Τίτου, φεύγειν μὲν ὥρμησε διὰ τῶν ὑπονόμων, ἐντυχὼν δὲ φυλακαῖς βασιλικαῖς ἔγνω διʼ αὑτοῦ τελευτᾶν.
因此,当他那时听闻提图斯的命令时,便试图通过地道逃跑;但在遇到国王的卫兵后,他决定亲手结束生命。
ἔνιοι μὲν οὖν λέγουσιν ὡς ἱμάτιον τῷ τραχήλῳ περιβαλὼν καὶ κελεύσας οἰκέτην ὄπισθεν ἐρείσαντα κατὰ τοῦ ἰσχίου τὸ γόνυ καὶ σφοδρῶς ἀνακλάσαντα συντεῖναι καὶ περιστρέψαι, μέχρι ἂν ἐκθλίψαι τὸ πνεῦμα, διαφθείρειεν αὑτόν ἔνιοι δέ μιμησάμενον Θεμιστοκλέα καὶ Μίδαν αἷμα ταύρειον πιεῖν·
有人说,他用斗篷缠住脖子,命令仆人在后面用膝盖顶住他的臀部,用力向后拉紧并旋转,直到窒息,以此结束了自己的生命;也有人说,他效仿地米斯托克利和米达斯,饮下牛血而死。
§20.6Λίβιος δέ φησι φάρμακον ἔχοντα κεράσαι καὶ τὴν κύλικα δεξάμενον εἰπεῖν
ἀναπαύσωμεν ἤδη ποτὲ τὴν πολλὴν φροντίδα Ῥωμαίων, οἳ μακρὸν ἡγήσαντο καὶ βαρὺ μισουμένου γέροντος ἀναμεῖναι θάνατον, οὐ μὴν οὐδὲ Τίτος ἀξιοζήλωτον ἀποίσεται νίκην οὐδὲ τῶν προγόνων ἀξίαν, οἳ Πύρρῳ πολεμοῦντι καὶ κρατοῦντι τὴν μέλλουσαν ὑποπέμψαντες κατεμήνυσαν φαρμακείαν.
但李维说,他备有毒药并将其调好,接过杯子说道: “就让我们终于为了结罗马人长久以来的焦虑吧,他们认为等待一个可憎老人的死亡是漫长而沉重的;然而提图斯既不会赢回一场令人艳羡的胜利,也配不上他的祖先——当年皮洛士与他们交战并占上风时,他们还曾密派使者告知对方即将发生的毒杀阴谋。 ”