Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §21.1-21.8

汉尼拔之死引发的非难与对提图斯的辩护

第 21 段,共 21 段 · 希腊语

内容简介

汉尼拔死后,提图斯在元老院面临严厉批评,其残酷举动与阿非利加努斯·西庇阿的宽宏大度形成鲜明对比。作者随后提出了为提图斯辩护的观点,并记述其安详逝世,最后引入对提图斯与菲洛皮门进行比较的尾声。

§21.1οὕτω μὲν τὸν Ἀννίβαν ἀποθανεῖν λέγουσιν.
据人们说,汉尼拔就是这样死去的。
ἀπαγγελθέντων δὲ τούτων πρὸς τὴν σύγκλητον, οὐκ ὀλίγοις ἐπαχθὴς ἔδοξεν ὁ Τίτος καί περιττὸς ἄγαν καί ὠμός, ὥσπερ ὄρνιν ὑπὸ γήρως ἀπτῆνα καί κόλουρον ἀφειμένον ζῆν χειροήθη τὸν Ἀννίβαν ἀποκτείνας, οὐδενὸς ἐπείγοντος, ἀλλὰ διὰ δόξαν, ὡς ἐπώνυμος τοῦ θανάτου γένοιτο.
当这些事呈报给元老院时,不少人认为提图斯令人反感,过于多管闲事且残酷无情,就好像他杀死汉尼拔——他宛如一只因年老而无法飞翔、羽毛脱落、被任其温驯地活着的鸟儿——并非出于任何迫切的需要,而仅仅是为了名声,好让自己的名字与汉尼拔之死联系在一起。
§21.2καί τὴν Ἀφρικανοῦ Σκηπίωνος ἐκτιθέντες πρᾳότητα καί μεγαλοψυχίαν ἔτι μᾶλλον ἐθαύμαζον, ὡς ἀήττητον ὄντα καί φοβερὸν ἐν Λιβύῃ καταπολεμήσας Ἀννίβαν οὔτε ἐξήλασεν οὔτε ἐξῃτήσατο παρὰ τῶν πολιτῶν, ἀλλὰ καί πρὸ τῆς μάχης εἰς λόγους ἐλθὼν ἐδεξιώσατο καί μετὰ τὴν μάχην σπενδόμενος οὐδὲν ἐπετόλμησεν οὐδʼ ἐπενέβη τῇ τύχῃ τοῦ ἀνδρός.
他们指出阿非利加努斯·西庇阿的温和与宽宏大量,并因此更加赞赏他,因为西庇阿在利比亚击败了当时无敌且可怕的汉尼拔,却既没有将他驱逐,也没有向他的同胞要求交出他;相反,在战前他还与他会面交谈并予以友好接待,在战后缔结和约时,他也未曾有任何僭越之举,亦未曾践踏这个人的命运。
§21.3λέγεται δὲ αὖθις ἐν Ἐφέσῳ συμβαλεῖν αὐτούς·
据说他们后来在以弗所再次相遇。
καί πρῶτον μὲν ἐν τῷ συμπεριπατεῖν τοῦ Ἀννίβου τὴν προσήκουσαν ἐν ἀξιώματι τάξιν ἐκεἰνῳ προλαβόντος ἀνέχεσθαι καί περιπατεῖν ἀφελῶς τὸν Ἀφρικανόν, ἔπειτα λόγου περὶ στρατηγῶν ἐμπεσόντος καί τοῦ Ἀννίβου κράτιστον ἀποφηναμένου γεγονέναι τῶν στρατηγῶν Ἀλέξανδρον, εἶτα Πύρρον, τρίτον δὲ αὑτόν, ἡσυχῇ μειδιάσαντα τὸν Ἀφρικανὸν εἰπεῖν, τί δʼ, εἰ μή σε ἐγὼ νενικήκειν;
首先,在他们一同散步时,汉尼拔抢先占据了在尊严上本属于西庇阿的上席,而阿非利加努斯不以为意,自然地陪着他散步;接着,当话题转到将领身上,汉尼拔声称最伟大的将领首先是亚历山大,其次是皮洛士,第三是他自己时,阿非利加努斯微微一笑,说道: “但如果我没有击败你,又会如何呢?
§21.4καί τὸν Ἀννίβαν, οὐκ ἂν, ὦ Σκηπίων, φάναι, τρίτον ἐμαυτόν, ἀλλὰ πρῶτον ἐποιούμην τῶν στρατηγῶν.
” 汉尼拔回答道: “西庇阿,若是那样,我就不会把自己排在第三,而是会排在将领之首了。
ταῦτα δὴ τοῦ Σκηπίωνος οἱ πολλοὶ θαυμάζοντες ἐκάκιζον τὸν Τίτον ὡς ἀλλοτρίῳ νεκρῷ προσενεγκόντα τὰς χεῖρας.
” 大多数人赞赏西庇阿的这些举动,因而谴责提图斯对一具属于他人的尸体下手。
ἔνιοι δὲ ἦσαν οἱ τὸ πεπραγμένον ἐπαινοῦντες καί τὸν Ἀννίβαν, ἕως ἔζη, πῦρ ἡγούμενοι δεόμενον τοῦ ῥιπίζοντος·
但也有一些人赞同这一做法,认为汉尼拔只要还活着,就像一团只需要有人煽风点火的烈火。
§21.5μηδὲ γὰρ ἀκμάζοντος αὐτοῦ τὸ σῶμα Ῥωμαίοις καί τὴν χεῖρα φοβεράν, ἀλλὰ τὴν δεινότητα καί τὴν ἐμπειρίαν γεγονέναι μετὰ τῆς ἐμφύτου πικρίας καί δυσμενείας, ὧν οὐδὲν ἀφαιρεῖν τὸ γῆρας,ʼ ἀλλʼ ὑπομένειν τὴν φύσιν ἐν τῷ ἤθει, τὴν δὲ τύχην οὐ διαμένειν ὁμοίαν, ἀλλὰ μεταπίπτουσαν ἐκκαλεῖσθαι ταῖς ἐλπίσι πρὸς τὰς ἐπιθέσεις τοὺς ἀεὶ τῷ μισεῖν πολεμοῦντας.
因为他们认为,即使在汉尼拔的鼎盛时期,对罗马人而言可怕的也并非他的身体或双手,而是他的智谋与经验,以及他天生的刻毒与敌意,这些东西是衰老无法剥夺的,其本性依然保留在性格之中;而命运并不会一成不变,它会随着起伏变化,以新的希望召唤那些始终怀着仇恨作战的人去发动新的袭击。
§21.6καί τὰ ὕστερά πως ἔτι μᾶλλον ἐμαρτύρησε τῷ Τίτῳ, τοῦτο μὲν Ἀριστόνικος ὁ τοῦ κιθαρῳδοῦ διὰ τὴν Εὐμενοῦς δόξαν ἐμπλήσας ἅπασαν ἀποστάσεων καί πολέμων τὴν Ἀσίαν, τοῦτο δὲ Μιθριδάτης μετὰ Σύλλαν καί Φιμβρίαν καί τοσοῦτον ὄλεθρον στρατευμάτων καὶ στρατηγῶν αὖθις ἐπὶ Λεύκολλον ἐκ γῆς ὁμοῦ καί θαλάττης ἀναστὰς τηλικοῦτος.
而此后的事情在某种程度上更加证明了提图斯的正确。 其一,琴师之子阿里斯托尼克凭借欧迈尼斯的威望,使整个亚洲充满了叛乱和战争;其二,米特拉达梯在苏拉、芬布利亚以及如此多的军队和将领覆灭之后,再次以如此巨大的声势,在陆地和海上同时崛起,对抗卢库鲁斯。
§21.7οὐ μὴν οὐδὲ Γαΐου Μαρίου ταπεινότερος Ἀννίβας ἔκειτο, τῷ μὲν γὰρ βασιλεὺς φίλος ὑπῆρχε καί βίος ἦν συνήθης καί διατριβαὶ περὶ ναῦς καί ἵππους καί στρατιωτῶν ἐπιμέλειαν τὰς δὲ Μαρίου τύχας Ῥωμαῖοι γελῶντες ἀλωμένου καί πτωχεύοντος ἐν Λιβύῃ μετὰ μικρὸν ἐν Ῥώμῃ σφαττόμενοι καὶ μαστιγούμενοι προσεκύνουν. οὕτως οὐδὲν οὔτε μικρὸν οὔτε μέγα τῶν παρόντων πρὸς τὸ μέλλον ἐστίν, ἀλλὰ μία τοῦ μεταβάλλειν τελευτὴ καί τοῦ εἶναι.
况且,汉尼拔当时的处境也并不比盖乌斯·马略更为低贱;因为前者有一位友好的国王,过着习惯的生活,消磨时光于船只、马匹和管理士兵;而那些嘲笑在利比亚流亡乞讨的马略境遇的罗马人,不久之后却在罗马一边遭受屠杀和鞭笞,一边向他俯首膜拜。 由此可见, ¦p.386 眼前的境况无论大小,都无法对未来作任何保证,而变化与存在的终点只有同一个。
§21.8διὸ καί φασιν ἔνιοι Τίτον οὐκ ἀφʼ ἑαυτοῦ ταῦτα πρᾶξαι, πεμφθῆναι δὲ πρεσβευτὴν μετὰ Λευκίου Σκηπίωνος, οὐδὲν ἄλλο τῆς πρεσβείας ἐχούσης ἔργον ἢ τὸν Ἀννίβου θάνατον.
因此,也有人说,提图斯并非出于自己的意愿做出此事,而是与卢基乌斯·西庇阿一同作为使节被派去的,而该使团除了致汉尼拔于死地之外别无其他任务。
ἐπεὶ δὲ οὐδεμίαν ἔτι τούτων κατόπιν οὔτε πολιτικὴν τοῦ Τίτου πρᾶξιν οὔτε πολεμικὴν ἱστορήκαμεν, ἀλλὰ καί τελευτῆς ἔτυχεν εἰρηνικῆς, ὥρα τὴν σύγκρισιν ἐπισκοπεῖν.
既然在这些事情之后,我们再没有读到关于提图斯的任何政治或军事活动,而且他也得以安祥地离世,那么现在是时候来审视这两人的比较了。

词汇与语法注释

  1. §21.1ὥσπερ ὄρνιν ὑπὸ γήρως ἀπτῆνα καί κόλουρον ἀφειμένον ζῆν χειροήθη τὸν Ἀννίβαν ἀποκτείνας — 此处将汉尼拔比作一只因年老而无法飞翔且失去尾羽的鸟。其中 `ἀφειμένον`(动词 `ἀφίημι`“释放、允许”的完成时中被动分词单数宾格)修饰 `ὄρνιν`(以及与其等同的 `τὸν Ἀννίβαν`),不定式 `ζῆν` 表示目的或结果,意为“被任其活着”。
  2. §21.3τοῦ Ἀννίβου τὴν προσήκουσαν ἐν ἀξιώματι τάξιν ἐκεἰνῳ προλαβόντος — `τοῦ Ἀννίβου ... προλαβόντος` 构成属格独立结构。`ἐκείνῳ`(与格)修饰 `προσήκουσαν`,意为“适合于他(指西庇阿)的”。整句描述了在散步时汉尼拔抢占了本属于西庇阿的上席(`τάξιν`)的情景。
  3. §21.5ὧν οὐδὲν ἀφαιρεῖν τὸ γῆρας — 属格复数关系代词 `ὧν` 的先行词是前句中的 `τὴν δεινότητα καί τὴν ἐμπειρίαν`(智谋与经验)。`ἀφαιρεῖν`(“夺去”)的主语是 `τὸ γῆρας`(衰老),而 `ὧν` 作为分离属格修饰该动词,构成“即使衰老也无法从中夺走任何东西”的结构。
  4. §21.7μία τοῦ μεταβάλλειν τελευτὴ καί τοῦ εἶναι — 极度难解和紧凑的表达。`μία`(“唯一”)为主语补足语,`τελευτὴ`(“终点、结束”)为主语,动词 `ἐστίν` 被省略。冠词性不定式 `τοῦ μεταβάλλειν`(变化)和 `τοῦ εἶναι`(存在)为属格修饰 `τελευτὴ`。可理解为“变化和存在的终点只有一个(即死亡)”或“变化的唯一终点即是存在的终结”,在此强调了命运无常的最终界限。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §21.1-21.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:21.1-21.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。