§19.1ἐπὶ τούτῳ Κάτων τιμητὴς γενόμενος καὶ καθαίρων τὴν σύγκλητον ἀπήλασε τῆς βουλῆς τὸν Λεύκιον, ὑπατικοῦ μὲν ἀξιώματος ὄντα, συνατιμοῦσθαι δὲ τοῦ ἀδελφοῦ δοκοῦντος αὐτῷ.
鉴于此,卡托在出任监察官并肃清元老院时,将卢基乌斯逐出了元老院,尽管此人拥有执政官阶的尊严,而且他的兄长似乎也因他而一同蒙受了耻辱。
διὸ καὶ προελθόντες εἰς τὸν δῆμον ἀμφότεροι ταπεινοὶ καὶ δεδακρυμένοι μέτρια δεῖσθαι τῶν πολιτῶν ἐδόκουν, ἀξιοῦντες αἰτίαν εἰπεῖν τὸν Κάτωνα καὶ λόγον, ᾧ χρησάμενος οἶκον ἔνδοξον ἀτιμίᾳ τοσαύτῃ περιβέβληκεν.
因此,两人一同来到民众面前,以卑微且流着泪的姿态,向公民们作出了适度的哀求,要求卡托说明理由和根据,究竟凭着什么手段让一个显赫的家族蒙受了如此巨大的耻辱。
§19.2οὐδὲν οὖν ὑποστειλάμενος ὁ Κάτων προῆλθε, καὶ καταστὰς μετὰ τοῦ συνάρχοντος ἠρώτησε τὸν Τίτον εἰ γινώσκει τὸ συμπόσιον.
因此,卡托毫不退缩地走上前去,与他的同僚一同站立,询问提图斯是否知晓那次宴会。
ἀρνουμένου δὲ ἐκείνου, διηγησάμενος εἰς ὁρισμὸν προεκαλεῖτο τὸν Λεύκιον εἴ τί φησι τῶν εἰρημένων μὴ ἀληθὲς εἶναι, τοῦ δὲ Λευκίου σιωπήσαντος, ὁ μὲν δῆμος ἔγνω δικαίαν γεγονέναι τὴν ἀτιμίαν καὶ τὸν Κάτωνα προέπεμψε λαμπρῶς ἀπὸ τοῦ βήματος,
在后者予以否认后,卡托讲述了事情的经过,并向卢基乌斯提出挑战,让他通过宣誓证明所说的话中是否有任何不实之处。 由于卢基乌斯保持沉默,民众判定这一降黜是公正的,并从演坛上热烈地欢送卡托。
§19.3ὁ δὲ Τίτος τῇ συμφορᾷ τοῦ ἀδελφοῦ περιπαθῶν συνέστη μετὰ τῶν πάλαι μισούντων τὸν Κάτωνα καὶ πάσας μὲν ἃς ἐκεῖνος ἐποιήσατο τῶν δημοσίων ἐκδόσεις καὶ μισθώσεις καὶ ὠνὰς ἠκύρωσε καὶ ἀνέλυσεν ἐν τῇ βουλῇ κρατήσας, πολλὰς δὲ καὶ μεγάλας δίκας κατʼ αὐτοῦ παρεσκεύασεν, οὐκ οἶδὲ ὅπως εὖ καὶ πολιτικῶς πρὸς ἄρχοντα νόμιμον καὶ πολίτην ἄριστον ὑπὲρ ἀνδρὸς οἰκείου μέν, ἀναξίου δὲ καὶ τὰ προσήκοντα πεπονθότος ἀνήκεστον ἔχθραν ἀράμενος.
然而,提图斯因弟弟的遭遇而深感痛苦,便与那些长期憎恨卡托的人结成同盟,并在元老院中占了上风,废除并撤销了卡托所作出的所有公共工程的承包、租赁和采购合同,并对他准备了许多重大的诉讼。 我不知道,为了一个虽然是亲属却毫无价值、且遭受了应得惩罚的人,而对一个合法的官员和最优秀的公民抱有无法和解的敌意,这如何能算作是贤明和具有政治家风度的行为。
§19.4οὐ μὴν ἀλλὰ τοῦ Ῥωμαίων ποτὲ δήμου θέαν ἔχοντος ἐν τῷ θεάτρῳ καὶ τῆς βουλῆς, ὥσπερ εἴωθε, κόσμῳ προκαθημένης, ὀφθεὶς ὁ Λεύκιος ἐπʼ ἐσχάτοις που καθήμενος ἀτίμως καὶ ταπεινῶς οἶκτον ἔσχε·
尽管如此,有一次罗马民众在剧场观看表演,元老院按惯例井然有序地坐在前排,卢基乌斯被看见委身坐在最后面的某个角落,显得既无名誉又很卑微,这引发了人们的同情。
καὶ τὸ πλῆθος οὐκ ἠνέσχετο τὴν ὄψιν, ἀλλʼ ἐβόων μεταβῆναι κελεύοντες, ἕως μετέβη, δεξαμένων αὐτὸν εἰς ἑαυτοὺς τῶν ὑπατικῶν.
群众无法忍受这一景象,纷纷大声呼喊,命令他更换座位,直到他挪了过去,那些具有执政官阶层的人将他接纳到了他们中间。