Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §18.1-18.5

提图斯出任监察官与因其弟而生的对立

第 18 段,共 21 段 · 希腊语

内容简介

提图斯出任监察官并整理元老院名册,立西庇阿为元老院之首,但其弟卢基乌斯因在宴席上为取悦心腹而杀害囚犯,导致提图斯与卡托产生严重对立。

§18.1μετὰ δὲ τὰς Ἑλληνικὰς πράξεις καὶ τὸν Ἀντιοχικὸν πόλεμον ἀπεδείχθη τιμητής, ἥτις ἐστὶν ἀρχὴ μεγίστη καὶ τρόπον τινὰ τῆς πολιτείας ἐπιτελείωσις.
在希腊的事功以及针对安条克的战争之后,他被任命为监察官,这是至高无上的官职,在某种意义上也是城邦政体的最终完成。
καὶ συνῆρχε μὲν αὐτῷ Μαρκέλλου τοῦ πεντάκις ὑπατεύσαντος υἱός, ἐξέβαλον δὲ τῆς βουλῆς τῶν οὐκ ἄγαν ἐπιφανῶν τέσσαρας, προσεδέξαντο δὲ πολίτας ἀπογραφομένους πάντας, ὅσοι γονέων ἐλευθέρων ἦσαν, ἀναγκασθέντες ὑπὸ τοῦ δημάρχου Τερεντίου Κουλέωνος, ὃς ἐπηρεάζων τοῖς ἀριστοκρατικοῖς ἔπεισε τὸν δῆμον ταῦτα ψηφίσασθαι.
与他一同任职的是曾五任执政官的马尔凯鲁斯之子,他们将四个并非十分显贵的人逐出了元老院,他们还登记接收了所有父母为自由人并申报户籍的人为公民,这是受护民官特伦提乌斯·库莱奥的胁迫所致,此人为了排挤贵族派,说服民众通过了这一法案。
§18.2τῶν δὲ γνωριμωτάτων κατʼ αὑτὸν ἀνδρῶν καὶ μεγίστων ἐν τῇ πόλει διαφερομένων πρὸς ἀλλήλους, Ἀφρικανοῦ Σκηπίωνος καὶ Μάρκου Κάτωνος, τὸν μὲν προέγραψε τῆς βουλῆς, ὡς ἄριστον ἄνδρα καὶ πρῶτον, Κάτωνι δἐ εἰς ἔχθραν ἦλθε συμφορᾷ τοιαύτῃ χρησάμενος.
在他那个时代城邦里最有名望、最伟大且相互对立的两个人——阿非利加尼斯·西庇阿与马尔库斯·卡托中,他将前者登记在元老院名册之首,视其为最杰出和首要的人;但由于发生了一桩不幸的事,他与卡托结下了怨仇。
ἀδελφὸς ἦν Τίτῳ Λεύκιος Φλαμινῖνος, οὔτε τὰ ἄλλα προσεοικὼς ἐκείνῳ τὴν φύσιν ἔν τε ταῖς ἡδοναῖς ἀνελεύθερος δεινῶς καὶ ὀλιγωρότατος τοῦ πρέποντος.
提图斯有个弟弟名叫卢基乌斯·弗拉米尼努斯,他在其他方面的性格都与兄长不相似,而且在娱乐方面极其下流,对得体的行为也极为轻视。
§18.3τούτῳ συνῆν μειρακίσκος ἐρώμενος, ὃν καὶ στρατιᾶς ἄρχων ἐπήγετο καὶ διέπων ἐπαρχίας εἶχεν ἀεὶ περὶ αὑτόν, ἔν οὖν πότῳ τινὶ θρυπτόμενος πρὸς τὸν Λεύκιον οὕτως ἔφη σφόδρα φιλεῖν αὐτόν ὥστε θέαν μονομάχων ἀπολιπεῖν οὔπω γεγονὼς ἀνθρώπου φονευομένου θεατής, τὸ πρὸς ἐκεῖνον ἡδὺ τοῦ πρὸς αὑτὸν ἐν πλείονι λόγῳ θέμενος.
他身边跟着一个男宠,即使在统领军队时也带着他,在治理行省时也总是将他留在身边。 在一次宴会上,这个青年对卢基乌斯撒娇说,自己非常爱他,以至于放弃了看角斗士表演的机会,虽然他以前还从来没亲眼见过杀人的场面,他把取悦卢基乌斯看得比满足自己更为重要。
ὁ δὲ Λεύκιος ἡσθείς οὐδὲν, ἔφη, δεινόν· ἰάσομαι γὰρ ἐγώ σου τὴν ἐπιθυμίαν.
卢基乌斯听了很高兴,说道:“没什么大不了的,我会满足你的这个愿望。
§18.4καὶ κελεύσας ἕνα τῶν καταδίκων ἐκ τοῦ δεσμωτηρίου προαχθῆναι, καὶ τὸν ὑπηρέτην μεταπεμψάμενος, ἐν τῷ συμποσίῳ προσέταξεν ἀποκόψαι τοῦ ἀνθρώπου τὸν τράχηλον.
” 于是他下令从监狱中带出一名死刑犯,并召来刑吏,在宴席上命令他砍下那人的首级。
Οὐαλλέριος δὲ Ἀντίας οὐκ ἐρωμένῳ φησίν, ἀλλʼ ἐρωμένῃ τοῦτο χαρίσασθαι τὸν Λεύκιον.
然而瓦莱里乌斯·安提亚斯说,卢基乌斯并不是为了讨好男宠,而是为了讨好一个情妇而施此恩惠的。
ὁ δὲ Λίβιος ἐν λόγῳ Κάτωνος αὐτοῦ γεγράφθαι φησίν, ὡς Γαλάτην αὐτόμολον ἐλθόντα μετὰ παίδων καὶ γυναικὸς ἐπὶ τὰς θύρας δεξάμενος εἰς τὸ συμπόσιον ὁ Λεύκιος ἀπέκτεινεν ἰδίᾳ χειρί τῷ ἐρωμένῳ χαριζόμενος.
而里维则说,在卡托本人的演说词中写道:当一个高卢(加拉太)逃亡者带着妻子儿女来到门口时,卢基乌斯将他迎进宴会,为了取悦他的男宠而亲手杀死了他。
§18.5τοῦτο μὲν οὖν εἰκὸς εἰς δείνωσιν εἰρῆσθαι τῆς κατηγορίας ὑπὸ τοῦ Κάτωνος·
因此,这很可能是卡托为了加重控诉罪名而故意渲染的说法。
ὅτι δὲ οὐκ αὐτόμολον ἤν, ἀλλὰ δεσμώτης ὁ ἀναιρεθεὶς καὶ ἐκ τῶν καταδίκων, ἄλλοι τε πολλοὶ καὶ Κικέρων ὁ ῥήτωρ ἐν τῷ περὶ γήρως αὐτῷ Κάτωνι τὴν διήγησιν ἀναθείς εἴρηκεν.
但被杀的并非逃亡者,而是一个被囚禁的死刑犯,这一点除了其他许多人以外,雄辩家西塞罗在其《论老年》中,也将这一叙述交由卡托本人之口说出。

词汇与语法注释

  1. §18.1ἥτις — 关系代词受到表语名词 `ἀρχή`(官职,阴性)的性影响而变为阴性单数 `ἥτις`,尽管其逻辑先行词是前句的阳性名词 `τιμητής`(监察官)。
  2. §18.2τῶν δὲ γνωριμωτάτων ... διαφερομένων — 虽然可以解释为表示背景情况的属格独立结构,但更应理解为限定后面 `τὸν μὲν`(此指西庇阿)的部分格属格。
  3. ¦p.374¦τὸ πρὸς ἐκεῖνον ἡδὺ τοῦ πρὸς αὑτὸν — 意为“对彼(卢基乌斯)的取悦”比“对自己(少年的娱乐)”更为看重。在 `τοῦ πρὸς αὑτὸν` 之后省略了名词 `ἡδέος`(快乐)。
  4. §18.5αὐτῷ Κάτωνι τὴν διήγησιν ἀναθείς — 不定过去分词 `ἀναθείς`(归于、托付)指西塞罗在其对话录《论老年》中,并非以作者自身名义,而是借对话人卡托本人之口来讲述这一轶事。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §18.1-18.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:18.1-18.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。