Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §17.1-17.5

提图斯温和的品格与机智言行的轶事

第 17 段,共 21 段 · 希腊语

内容简介

叙述了提图斯温和的性格以及他在冲突中克制愤怒的宽容品质,并介绍了他外交与社交场合中富有幽默和机智的数则轶事。

§17.1ἦσαν δὲ καὶ παρά τῶν ἄλλων Ἑλλήνων τιμαὶ πρέπουσαι, καὶ τὸ τὰς τιμὰς ἀληθινὰς ποιοῦν, εὔνοια θαυμαστὴ διʼ ἐπιείκειαν ἤθους, καὶ γὰρ εἴ τισιν ἐκ πραγμάτων ἢ φιλοτιμίας ἕνεκα, καθάπερ Φιλοποίμενι καὶ πάλιν Διοφάνει στρατηγοῦντι τῶν Ἀχαιῶν, προσέκρουσεν, οὐκ ἦν βαρὺς οὐδʼ εἰς ἔργα διατείνων ὁ θυμός, ἀλλʼ ἐν λόγῳ παρρησίαν τινὰ πολιτικὴν ἔχοντι παυόμενος.
其他希腊人也给予了他适当的荣誉,而使这些荣誉变得真实无妄的,则是因其性格温和而产生的令人惊叹的好意。 因为,如果他因情势或出于竞争心而与某些人发生冲突(正如他与菲洛皮门,以及后来与担任阿凯亚人将军的迪奥法内斯冲突那样),他的愤怒既不沉重,也不延伸到实际行动中,而是在带有某种公民坦率的言辞中平息下来。
§17.2πικρὸς μὲν οὖν οὐδενί, πολλοῖς δὲ ὀξὺς ἐδόκει καὶ κοῦφος εἶναι τὴν φύσιν, ἄλλως δὲ συγγενέσθαι πάντων ἥδιστος καὶ εἰπεῖν ἐπίχαρις μετὰ δεινότητος.
因此,他对任何人都不显得刻毒,尽管在许多人看来他天性急躁且轻浮,但在其他方面,他是所有人中最易于交往、最令人愉快的人,言谈间充满风趣,又不失精明。
Ἀχαιούς μὲν γὰρ σφετεριζομένους τὴν Ζακυνθίων νῆσον ἀποτρέπων ἔφη κινδυνεύσειν, ἂν ὥσπερ αἱ χελῶναι πορρωτέρω τὴν κεφαλὴν τῆς Πελοποννήσου προτείνωσι·
例如,当他阻止阿凯亚人将扎金索斯岛据为己有时,他说,如果他们像乌龟一样,把头伸出伯罗奔尼撒半岛太远,就会面临危险。
Φιλίππου δέ, ὁπηνίκα περὶ σπονδῶν καὶ εἰρήνης τὸ πρῶτον εἰς λόγους συνῄεσαν, εἰπόντος μετὰ πολλῶν ἥκειν ἐκεῖνον, αὑτὸν δὲ μόνον, ὑπολαβὼν ὁ Τίτος, αὑτὸν γὰρ, ἔφη, μόνον ἐποίησας ἀποκτείνας τοὺς φίλους καὶ συγγενεῖς.
而当腓力在他们第一次为条约与和平进行谈判时,说自己带着许多人来,而提图斯却只有独自一人,提图斯接着说道: “因为你,” 他说, “杀死了朋友和亲属,所以才让自己变成独自一人的。
§17.3ἐπεὶ δὲ Δεινοκράτης ὁ Μεσσήνιος ἐν Ῥώμῃ παρά πότον μεθυσθεὶς ὠρχήσατο λαβὼν ἱμάτιον γυναικεῖον, τῇ δʼ ὑστεραίᾳ τὸν Τίτον ἠξίου βοηθεῖν αὐτῷ διανοουμένῳ τὴν Μεσσήνην ἀφιστάναι τῶν Ἀχαιῶν, ταῦτα μὲν ἔφη σκέψεσθαι, θαυμάζειν δὲ ἐκεῖνον, εἰ τηλικαύταις ἐπικεχειρηκὼς πράξεσιν ὀρχεῖσθαι δύναται παρά πότον καὶ ᾄδειν.
” 当美塞尼亚人得诺克拉底在罗马的一次宴会上喝醉了酒,穿上女子的外衣跳起舞来,而在第二天,他又请求提图斯帮助他,因为他企图使美塞尼亚脱离阿凯亚同盟时,提图斯说他会考虑这些事情,但很奇怪他,既然着手进行如此重大的事业,却还能在宴会上跳舞唱歌。
§17.4πρὸς δὲ τοὺς Ἀχαιούς τῶν παρά Ἀντιόχου πρέσβεων πλῆθος τι τῆς βασιλικῆς στρατιᾶς καταλεγόντων καὶ καταριθμουμένων πολλὰς προσηγορίας, ὁ Τίτος ἔφη δειπνοῦντος αὐτοῦ παρά τῷ ξένῳ καὶ μεμφομένου τὸ πλῆθος τῶν κρεῶν καὶ θαυμάζοντος πόθεν οὕτω ποικίλης ἀγορᾶς εὐπόρησεν, εἰπεῖν τὸν ξένον, ὡς ὕεια πάντα ἐστί τῇ σκευασίᾳ, διαφέροντα καὶ τοῖς ἡδύσμασι.
当安条克的使节向阿凯亚人夸耀大批王室军队,并罗列了许多兵种名称时,提图斯说,他曾在一位主人家赴宴,当时他抱怨肉量太多,并奇怪从哪里弄来如此多样化的食品,主人便对他说,这些全都是猪肉,只是在烹调方法和调味品上有所不同。
§17.5μὴ τοίνυν, ἔφη, μηδὲ ὑμεῖς, ὦ ἄνδρες Ἀχαιοὶ, θαυμάζετε τὴν Ἀντιόχου δύναμιν λογχοφόρους καὶ ξυστοφόρους καὶ πεζεταίρους ἀκούοντες πάντες γὰρ οὗτοι Σύροι εἰσίν ὁπλαρίοις διαφέροντες.
“因此,” 他说, “阿凯亚人啊,当你们听到‘长枪兵’、‘长矛手’和‘步兵卫队’时,你们也不必对安条克的军队感到惊异。 因为这些全都是叙利亚人,只是在武器装备上有所不同。 ”

词汇与语法注释

  1. 17.1τὸ τὰς τιμὰς ἀληθινὰς ποιοῦν — 中性名词化分词短语。冠词 `τὸ` 与现在分词 `ποιοῦν` 结合表示“使……变得真实的事物”,中间夹入作为直接宾语的 `τὰς τιμὰς` 与宾语补足语的 `ἀληθινὰς`,在句中充当同位语或主语成分。
  2. 17.2Φιλίππου δέ... εἰπόντος — 属格独立结构,`Φιλίππου` 是逻辑主语,`εἰπόντος` 是现在分词。在该结构内部,包含了一个“对格加不定式”结构 `ἐκεῖνον ἥκειν`(他已经到来),作为 `εἰπόντος` 的宾语内容。
  3. 17.4δειπνοῦντος αὐτοῦ... μεμφομένου... θαυμάζοντος — 一系列属格独立现在分词(`δειπνοῦντος`、`μεμφομένου`、`θαυμάζοντος`)并列修饰属格代词 `αὐτοῦ`(指代提图斯),用于在随后的间接引语中交代伴随发生的背景情况。
  4. 17.4εἰπεῖν τὸν ξένον — 隶属于主句动词 `ἔφη`(提图斯说)的“对格加不定式”间接引语结构。`τὸν ξένον` 是不定式 `εἰπεῖν`(主人说)的逻辑主语,其后又引出了由 `ὡς` 引导的宾语从句。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §17.1-17.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:17.1-17.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。