§13.1ὁ δὲ Τίτος τότε καλλίστου καὶ δικαιοτάτου τοῦ πρὸς Νάβιν ἀρξάμενος πολέμου, τὸν Λακεδαιμονίων ἐξωλέστατον καὶ παρανομώτατον τύραννον, ἐν τῷ τέλει διεψεύσατο τὰς τῆς Ἑλλάδος ἐλπίδας, ἑλεῖν παρασχὸν οὐκ ἐθελήσας, ἀλλὰ σπεισάμενος καὶ προέμενος τὴν Σπάρτην ἀναξίως δουλεύουσαν, εἴτε δείσας μὴ τοῦ πολέμου μῆκος λαμβάνοντος ἄλλος ἀπὸ Ῥώμης ἐπελθὼν στρατηγὸς ἀνέληται τὴν δόξαν, εἴτε φιλονεικίᾳ καὶ ζηλοτυπίᾳ τῶν Φιλοποίμενος τιμῶν, §13.2ὃν ἔν τε τοῖς ἄλλοις ἅπασιν ἄνδρα δεινότατον τῶν Ἑλλήνων ὄντα καὶ περὶ ἐκεῖνον τὸν πόλεμον ἔργα θαυμαστὰ τόλμης καὶ δεινότητος ἀποδειξάμενον ἴσα τῷ Τίτῳ κυδαίνοντες Ἀχαιοὶ καὶ τιμῶντες ἐν τοῖς θεάτροις ἐλύπουν ἐκεῖνον, οὐκ ἀξιοῦντα Ῥωμαίων ὑπάτῳ προπολεμοῦντι τῆς Ἑλλάδος ἄνθρωπον Ἀρκάδα, μικρῶν καὶ ὁμόρων πολέμων στρατηγόν, ὅμοια θαυμάζεσθαι παρʼ αὐτοῖς.
然而,提图斯当时发动了对斯巴达极其邪恶且目无法纪的僭主纳比斯的战争——这是一场最美好、最正义的战争——最终却辜负了希腊的期望。 因为在有机会攻占他时,他却不愿这么做,反而与之讲和,将斯巴达抛弃在不体面的奴役之中,这要么是因为他担心战争若拖延下去,从罗马来的另一位将领会夺走他的荣耀,要么是因为他对菲洛皮门所受的名誉产生了竞争心和嫉妒,阿开亚人在剧场里将菲洛皮门与提图斯同等对待地加以颂扬和尊崇,这让提图斯感到不快。 因为菲洛皮门在其他所有方面都是希腊人中最杰出的人物,并在那场战争中展现了令人惊叹的勇气与才能。 提图斯认为,一个阿尔卡迪亚人、一个仅在微小且邻近的战争中担任将领的人,不配在他们中间与为希腊而战的罗马执政官受到同等的景仰。
§13.3οὐ μὴν ἀλλʼ αὐτὸς ὁ Τίτος ὑπὲρ τούτων ἀπελογεῖτο, καταθέσθαι τὸν πόλεμον ὡς ἑώρα σὺν κακῷ μεγάλῳ τῶν ἄλλων Σπαρτιατῶν ἀπολούμενον τὸν τύραννον·
尽管如此,提图斯本人仍为此事辩解,称自己结束战争是因为他看到,若要消灭那名僭主,必将给其他斯巴达人带来巨大的灾难。
τῶν δὲ Ἀχαιῶν αὐτῷ πολλὰ πρὸς τιμὴν ψηφισαμένων οὐδὲν ἐδόκει πρὸς τὰς εὐεργεσίας ἐξισοῦσθαι πχὴν μιᾶς δωρεᾶς, ἣν ἐκεῖνος ἀντὶ πάντων ἠγάπησεν. ἦν δὲ τοιάδε.
尽管阿开亚人为他通过了许多表彰名誉的决议,但除了提图斯视其超越一切而喜爱的一项礼物之外,似乎没有一件事物能与他的恩惠相称。
§13.4Ῥωμαίων οἱ δυστυχήσαντες ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ πολλαχοῦ μὲν ὤνιοι γενόμενοι καὶ διασπαρέντες ἐδούλευον·
这件礼物是这样的:在与汉尼拔的战争中遭遇不幸的罗马人中,许多人在各地被贩卖并分散在遍地沦为奴隶。
ἐν δὲ τῇ Ἑλλάδι χίλιοι καὶ διακόσιοι τὸ πλῆθος ἦσαν, ἀεὶ μὲν οἰκτροὶ τῆς μεταβολῆς, τότε δὲ καὶ μᾶλλον, ὡς εἰκός, ἐντυγχάνοντες οἱ μὲν υἱοῖς, οἱ δὲ ἀδελφοῖς, οἱ δὲ συνήθεσιν, ἐλευθέροις δοῦλοι καὶ νικῶσιν αἰχμάλωτοι.
在希腊,他们的人数达一千二百人。 由于境遇的剧变,他们一直处于可怜的境地,而当时,由于他们有些人遇到了儿子,有些人遇到了兄弟,有些人遇到了熟人,自己是奴隶而对方是自由人,自己是俘虏而对方是胜利者,这自然让他们感到更加悲哀。
§13.5τούτους ὁ μὲν Τίτος οὐκ ἀφείλετο τῶν κεκτημένων, καίπερ ἀνιώμενος ἐπʼ αὐτοῖς, οἱ δὲ Ἀχαιοὶ λυτρωσάμενοι πέντε μνῶν ἕκαστον ἄνδρα καὶ συναγαγόντες εἰς ταὐτὸ πάντας ἤδη περὶ πλοῦν ὄντι τῷ Τίτῳ παρέδωκαν, ὥστε αὐτὸν εὐφραινόμενον ἀποπλεῖν, ἀπὸ καλῶν ἔργων καλὰς ἀμοιβὰς καὶ πρεπούσας ἀνδρὶ μεγάλῳ καὶ φιλοπολίτῃ κεκομισμένον·
对于这些人,提图斯虽然为他们感到难过,却没有从所有者手中强行夺走他们;但阿开亚人以每人五米纳的价格赎回了他们,并将所有人聚集在一起,交给了正准备启航的提图斯。 结果,提图斯满怀欣喜地起航了,他因美好的善行而获得了美好的回报,这非常适合一个伟大且热爱祖国的人。
§13.6ὃ δὴ δοκεῖ πρὸς τὸν θρίαμβον αὐτῷ πάντων ὑπάρξαι λαμπρότατον.
这确实被认为是他凯旋式中所有事物中最耀眼的一幕。
οἱ γὰρ ἄνδρες οὗτοι, καθάπερ ἔθος ἐστὶ τοῖς οἰκέταις ὅταν ἐλευθερωθῶσιν, ξύρεσθαί τε τὰς κεφαλὰς καὶ πιλία φορεῖν, ταῦτα δράσαντες αὐτοὶ θριαμβεύοντι τῷ Τίτῳ παρείποντο.
因为这些人在重获自由时,按照奴隶被解放时的习俗剃光了头发并戴上毡帽,他们自己这样做,跟随着正在举行凯旋式的提图斯一同行进。