Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §12.1-12.8

整顿希腊诸邦秩序与德尔斐的献纳

第 12 段,共 21 段 · 希腊语

内容简介

记述了提图斯确立希腊各地的自由并建立秩序、在德尔斐献纳的铭文,以及与后来尼禄在科林斯宣告自由的对比。

§12.1ταῦτα δὴ τοὺς Ἕλληνας ὑπῄει· καὶ τὰ τῶν ἔργων ὁμολογοῦντα τοῖς κηρύγμασιν.
这些想法确实浮现在希腊人的心中;而他们的实际行动也与宣告相一致。
ἅμα γὰρ ἐξέπεμπεν ὁ Τίτος Λέντλον μὲν εἰς Ἀσίαν Βαργυλιήτας ἐλευθερώσοντα, Στερτίνιον δὲ εἰς Θρᾴκην τὰς αὐτόθι πόλεις καὶ νήσους ἀπαλλάξοντα τῶν Φιλίππου φρουρῶν.
因为与此同时,提图斯派兰图鲁斯前往亚洲去解放巴尔居利亚人,派斯泰尔提尼乌斯前往色雷斯以使当地的城邦和岛屿摆脱菲利普的驻军。
Πόπλιος δὲ Οὐίλλιος ἔπλει διαλεξόμενος Ἀντιόχῳ περὶ τῆς τῶν ὑπʼ αὐτὸν Ἑλλήνων ἐλευθερίας.
普布利乌斯·维利乌斯则乘船前去与安条克谈判,讨论其统治下的希腊人的自由。
§12.2αὐτὸς δὲ ὁ Τίτος εἰς Χαλκίδα παρελθών, εἶτα πλεύσας ἐκεῖθεν ἐπὶ Μαγνησίαν, ἐξῆγε τὰς φρουρὰς καὶ τὰς πολιτείας ἀπεδίδου τοῖς δήμοις.
提图斯本人前往哈尔基斯,随后从那里乘船前往马格尼西亚,撤出了驻军并把政权交还给平民。
ἀγωνοθέτης δὲ Νεμείων ἀποδειχθεὶς ἐν Ἄργει τήν τε πανήγυριν ἄριστα διέθηκε, καὶ πάλιν ἐκεῖ τοῖς Ἕλλησι τήν ἐλευθερίαν ὑπὸ κήρυκος ἀνεῖπεν.
他被指定为在阿尔戈斯举行的涅墨亚竞技会的裁判,极好地组织了这一盛会,并再次在当地通过传令官向希腊人宣告了自由。
§12.3ἐπιφοιτῶν τε ταῖς πόλεσιν εὐνομίαν ἅμα καὶ δίκην πολλὴν ὁμόνοιάν τε καὶ φιλοφροσύνην πρὸς ἀλλήλους παρεῖχε, καταπαύων μὲν τὰς στάσεις, κατάγων δὲ τὰς φυγάς, ἀγαλλόμενος δὲ τῷ πείθειν καὶ διαλλάσσειν τοὺς Ἕλληνας οὐχ ἧττον ἢ τῷ κεκρατηκέναι τῶν Μακεδόνων, ὥστε μικρότατον ἤδη τήν ἐλευθερίαν δοκεῖν ὧν εὐεργετοῦντο.
他巡视各个城邦,带来了良好的秩序和充分的正义,以及彼此间的和睦与友爱,平息了内讧,迎回了流亡者,他为说服和调解希腊人而感到欣喜,其程度不亚于战胜马其顿人,以至于在他们所受的恩惠中,自由似乎已经是最小的一项了。
§12.4Ξενοκράτην μὲν οὖν τὸν φιλόσοφον, ὅτε Λυκοῦργος αὐτὸν ὁ ῥήτωρ ὑπὸ τῶν τελωνῶν ἀγόμενον πρὸς τὸ μετοίκιον ἀφείλετο καὶ τοῖς ἄγουσιν ἐπέθηκε δίκην τῆς ἀσελγείας, λέγεται τοῖς παισὶν ἀπαντήσαντα τοῦ Λυκούργου, καλήν γε ὑμῶν, ὦ παῖδες, φάναι, τῷ πατρὶ χάριν ἀποδίδωμι·
且说哲学家克塞诺克拉底,当雄辩家吕库古在他因欠税而被税务官押往外侨管理处时将他救出,并对押送者课以粗暴之行罚时,据说他遇到了吕库古的孩子们,并说道: “孩子们,我正在对你们的父亲作出一份优美的感谢;因为所有人都因他的所作所为而赞美他。
πάντες γὰρ αὐτὸν ἐπαινοῦσιν ἐφʼ οἷς ἔπραξε, Τίτῳ δὲ καὶ Ῥωμαίοις ὧν τοὺς Ἕλληνας εὐεργέτησαν οὐκ εἰς ἐπαίνους μόνον, ἀλλὰ καὶ πίστιν ἐν πᾶσιν ἀνθρώποις καὶ δύναμιν ἡ χάρις ἀπήντα δικαίως.
” 而对于提图斯和罗马人,由于他们对希腊人施予的恩泽,感激之情理所当然地回报了他们,这不仅带来了赞美,还在所有人中带来了信任和力量。
§12.5οὐ γὰρ προσδεχόμενοι μόνον τοὺς ἡγεμόνας αὐτῶν, ἀλλὰ καὶ μεταπεμπόμενοι καὶ καλοῦντες ἐνεχείριζον αὑτούς, οὐδὲ δῆμοι καὶ πόλεις, ἀλλὰ καὶ βασιλεῖς ὑφʼ ἑτέρων ἀδικούμενοι βασιλέων κατέφευγον εἰς τὰς ἐκείνων χεῖρας, ὥστε ἐν βραχεῖ χρόνῳ, τάχα που καὶ θεοῦ συνεφαπτομένου, πάντʼ αὐτοῖς ὑπήκοα γενέσθαι, καὶ αὐτὸς δὲ μέγιστον ἐφρόνησεν ἐπὶ τῇ τῆς Ἑλλάδος ἐλευθερώσει.
因为他们不仅接待他们的将领,甚至还派人迎请、召唤,将自己托付给他们;不仅平民和城邦,甚至被其他国王侵害的国王们也逃往他们手中寻求庇护,以至于在短时间内,或许也有神明的相助,一切都臣服于他们,而他本人也因解放希腊而感到极大的自豪。
§12.6ἀνατιθεὶς γὰρ εἰς Δελφοὺς ἀσπίδας ἀργυρᾶς καὶ τὸν ἑαυτοῦ θυρεόν ἐπέγραψε· " Ζηνὸς ἰὼ κραιπναῖσι γεγαθότες ἱπποσύναισι κοῦροι, ἰὼ Σπάρτας Τυνδαρίδαι βασιλεῖς, Αἰνεάδας Τίτος ὔμμιν ὑπέρτατον ὤπασε δῶρον. Ἑλλἠνωντεύξας παισὶν ἐλευθερίαν.
因为他在德尔斐献纳了银盾和属于他自己的圆盾,并铭刻道: "噢,因迅疾之骑术而欢欣的宙斯之子们,噢,斯巴达的国王、廷达里达伊啊,埃涅阿斯的子孙提图斯为你们献上最崇高的礼物,在为希腊的子孙们创造了自由之后。
" §12.7ἀνέθηκε δὲ καὶ χρυσοῦν τῷ Ἀπόλλωνι στέφανον ἐπιγράψας. " τόνδε τοι ἀμβροσίοισιν ἐπὶ πλοκάμοισιν ἔοικε κεῖσθαι, Λατοΐδα, χρυσοφαῆ στέφανον, ὃν πόρεν Αἰνεαδᾶν ταγὸς μέγας.
"他还向阿波罗献纳了金冠,并铭刻道: "拉托之子啊,这顶闪耀着金光的皇冠理当戴在你不朽的卷发之上,这是埃涅阿斯子孙的伟大领袖所赠予的。
ἀλλʼ, ἑκάεργε, ἀλκᾶς τῷ θείῳ κῦδος ὄπαζε Τίτῳ.
但是,远射之神啊,请将武勇的荣耀赐予神圣的提图斯。
" §12.8τῇ δʼ οὖν Κορινθίων πόλει πρὸς τοὺς Ἕλληνας τὸ αὐτὸ δὶς ἤδη συμβέβηκε· καὶ γὰρ Τίτος ἐν Κορίνθῳ τότε καὶ Νέρων αὖθις καθʼ ἡμᾶς ἐν Κορίνθῳ παραπλησίως Ἰσθμίων ἀγομένων τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφῆκαν, ὁ μὲν διὰ κήρυκος, ὡς εἴρηται, Νέρων δὲ αὐτὸς ἐπὶ τῆς ἀγορᾶς ἀπὸ βήματος ἐν τῷ πλήθει δημηγορήσας.
"无论如何,科林斯人的城邦对于希腊人已经经历了两次同样的事情:因为当时的提图斯在科林斯,以及后来在我们时代的尼禄再次在科林斯,同样在举办地峡竞技会时,让希腊人获得了自由和自主——前者正如所说,是通过传令官,而尼禄本人则是在广场上从演坛上向群众发表演说。
ἀλλὰ ταῦτα μὲν ὕστερον.
但这些都是后来的事。

词汇与语法注释

  1. p.aris.1624.376Ξενοκράτην μὲν οὖν τὸν φιλόσοφον ... λέγεται τοῖς παισὶν ἀπαντήσαντα τοῦ Λυκούργου, ... φάναι — 此句是在主句动词 λέγεται 支配下的宾格加不定式结构(Ξενοκράτην ... φάναι)。由于中间插入了由 ὅτε 引导的较长的时间从句(ὅτε Λυκοῦργος ... ἀφείλετο καὶ ... ἐπέθηκε ...),且修饰 Ξενοκράτην 的分词短语(ἀπαντήσαντα)紧随其后,使得句子结构变得复杂。其核心骨架为“据说哲学者克塞诺克拉底……遇见了……并说道……”
  2. 12.4ὧν τοὺς Ἕλληνας εὐεργέτησαν — 关系代词 ὧν 是由于先行词省略(如 ἐφʼ οἷς 或 τούτων ἅ)而出现的,并且发生了向属格的“关系词同化(attraction)”。在语境中,它表示原因或理由,意为“因为他们对希腊人施予的恩泽”。
  3. 12.4ἡ χάρις ἀπήντα — 动词 ἀπαντάω(意为“迎接”或“遭遇”)在此处与主语 ἡ χάρι斯(意为“恩惠的报答”或“感激之情”)连用,表示对恩惠的报答理所当然地(δικαίως)“降临于”或“回报给”了提图斯和罗马人。与格短语 Τίτῳ δὲ καὶ Ῥωμαίοις 受此动词支配。
  4. 358ὔμμιν — 这是诗歌碑铭中所使用的多利亚方言(或诗歌风的埃奥利斯方言)第二人称复数与格形式,相当于雅典方言的 ὑμῖν。同样地,在碑文中也可以看到其他方言形式,如 12.6 的 Αἰνεάδας(等同于主格单数 Αἰνειάδης)和 12.7 的 Αἰνεαδᾶν(等同于属格复数 Αἰνεαδῶν)。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §12.1-12.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:12.1-12.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。