§12.1ταῦτα δὴ τοὺς Ἕλληνας ὑπῄει·
このような考えがギリシア人たちの心に浮かんだ。
καὶ τὰ τῶν ἔργων ὁμολογοῦντα τοῖς κηρύγμασιν.
そして、実際の行為もその宣言と一致していた。
ἅμα γὰρ ἐξέπεμπεν ὁ Τίτος Λέντλον μὲν εἰς Ἀσίαν Βαργυλιήτας ἐλευθερώσοντα, Στερτίνιον δὲ εἰς Θρᾴκην τὰς αὐτόθι πόλεις καὶ νήσους ἀπαλλάξοντα τῶν Φιλίππου φρουρῶν.
というのも、ティトスは同時に、アジアへはバルギュリア人を解放するためにレントゥルスを、トラキアへは現地の都市や島々をフィリッポスの守備隊から解放するためにステルティニウスを派遣したからである。
Πόπλιος δὲ Οὐίλλιος ἔπλει διαλεξόμενος Ἀντιόχῳ περὶ τῆς τῶν ὑπʼ αὐτὸν Ἑλλήνων ἐλευθερίας.
また、プブリウス・ウィッリウスは、アンティオコスのもとに配下のギリシア人の自由について交渉するために航海した。
§12.2αὐτὸς δὲ ὁ Τίτος εἰς Χαλκίδα παρελθών, εἶτα πλεύσας ἐκεῖθεν ἐπὶ Μαγνησίαν, ἐξῆγε τὰς φρουρὰς καὶ τὰς πολιτείας ἀπεδίδου τοῖς δήμοις.
ティトス自身は、ハルキスに赴き、そこからマグネシアへ航海して、守備隊を撤退させ、国制を民衆に返還した。
ἀγωνοθέτης δὲ Νεμείων ἀποδειχθεὶς ἐν Ἄργει τήν τε πανήγυριν ἄριστα διέθηκε, καὶ πάλιν ἐκεῖ τοῖς Ἕλλησι τήν ἐλευθερίαν ὑπὸ κήρυκος ἀνεῖπεν.
そして、アルゴスにおけるネメア競技会の主催者に指名されると、祝祭を見事に挙行し、そこでも再び伝令官を介してギリシア人たちに自由を宣言した。
§12.3ἐπιφοιτῶν τε ταῖς πόλεσιν εὐνομίαν ἅμα καὶ δίκην πολλὴν ὁμόνοιάν τε καὶ φιλοφροσύνην πρὸς ἀλλήλους παρεῖχε, καταπαύων μὲν τὰς στάσεις, κατάγων δὲ τὰς φυγάς, ἀγαλλόμενος δὲ τῷ πείθειν καὶ διαλλάσσειν τοὺς Ἕλληνας οὐχ ἧττον ἢ τῷ κεκρατηκέναι τῶν Μακεδόνων, ὥστε μικρότατον ἤδη τήν ἐλευθερίαν δοκεῖν ὧν εὐεργετοῦντο.
また、彼は都市を順に訪れては、内紛を鎮め、亡命者を帰還させ、マケドニア人に勝利したことと同じくらいにギリシア人たちを説得し和解させることを喜びとして、良き秩序と大いなる正義、そして互いに対する協調と親愛をもたらした。 その結果、彼らが受けている恩恵の中で、自由はすでに最も小さなものと思われるほどであった。
§12.4Ξενοκράτην μὲν οὖν τὸν φιλόσοφον, ὅτε Λυκοῦργος αὐτὸν ὁ ῥήτωρ ὑπὸ τῶν τελωνῶν ἀγόμενον πρὸς τὸ μετοίκιον ἀφείλετο καὶ τοῖς ἄγουσιν ἐπέθηκε δίκην τῆς ἀσελγείας, λέγεται τοῖς παισὶν ἀπαντήσαντα τοῦ Λυκούργου,
καλήν γε ὑμῶν, ὦ παῖδες,
φάναι,
τῷ πατρὶ χάριν ἀποδίδωμι·
かつて哲学者クセノクラテスは、彼が在留外人税の不払いによって徴税人たちに引行かれていくところを、弁論家リュクルゴスが救い出し、連行しようとした者たちにその不埒な行為に対する罰を科した際、リュクルゴスの子供たちに出会って、「子供たちよ、私はお前たちの父親に美しい感謝の報いをしている。
πάντες γὰρ αὐτὸν ἐπαινοῦσιν ἐφʼ οἷς ἔπραξε,
Τίτῳ δὲ καὶ Ῥωμαίοις ὧν τοὺς Ἕλληνας εὐεργέτησαν οὐκ εἰς ἐπαίνους μόνον, ἀλλὰ καὶ πίστιν ἐν πᾶσιν ἀνθρώποις καὶ δύναμιν ἡ χάρις ἀπήντα δικαίως.
なぜなら、誰もが彼の成したことに対して彼を称賛しているからだ」と言ったと伝えられている。 一方、ティトスとローマ人に対しては、彼らがギリシア人たちに施した恩恵のために、ただ称賛においてのみならず、あらゆる人々における信頼と、また権力をも、感謝が当然のこととして迎えたのであった。
§12.5οὐ γὰρ προσδεχόμενοι μόνον τοὺς ἡγεμόνας αὐτῶν, ἀλλὰ καὶ μεταπεμπόμενοι καὶ καλοῦντες ἐνεχείριζον αὑτούς, οὐδὲ δῆμοι καὶ πόλεις, ἀλλὰ καὶ βασιλεῖς ὑφʼ ἑτέρων ἀδικούμενοι βασιλέων κατέφευγον εἰς τὰς ἐκείνων χεῖρας, ὥστε ἐν βραχεῖ χρόνῳ, τάχα που καὶ θεοῦ συνεφαπτομένου, πάντʼ αὐτοῖς ὑπήκοα γενέσθαι, καὶ αὐτὸς δὲ μέγιστον ἐφρόνησεν ἐπὶ τῇ τῆς Ἑλλάδος ἐλευθερώσει.
というのも、彼らの将軍たちを受け入れるだけでなく、呼び寄せて招き、自らを委ねたからであり、民衆や都市だけでなく、他の王たちから不当な扱いを受けていた王たちまでもが、彼らの手に逃げ込んだからである。 その結果、短い時間のうちに、おそらく神の助けもあって、すべてのものが彼らに従うようになり、彼自身も、ギリシアの解放に対して最大の自負を抱いた。
§12.6ἀνατιθεὶς γὰρ εἰς Δελφοὺς ἀσπίδας ἀργυρᾶς καὶ τὸν ἑαυτοῦ θυρεόν ἐπέγραψε·
実際、彼はデルポイに銀の盾と彼自身の盾を奉納し、次のように刻んだ。
"
Ζηνὸς ἰὼ κραιπναῖσι γεγαθότες ἱπποσύναισι
κοῦροι, ἰὼ Σπάρτας Τυνδαρίδαι βασιλεῖς,
Αἰνεάδας Τίτος ὔμμιν ὑπέρτατον ὤπασε δῶρον. Ἑλλἠνωντεύξας παισὶν ἐλευθερίαν.
"おお、ゼウスの息子たち、速き馬術を喜ぶ者たちよ、おお、スパルタの王たるツィンダリダイよ、アイネイアスの末裔たるティトスは、あなた方にこの上ない贈り物をささげる、ギリシアの子らに自由をもたらした上で。
" §12.7ἀνέθηκε δὲ καὶ χρυσοῦν τῷ Ἀπόλλωνι στέφανον ἐπιγράψας.
"彼はまた、アポロンにも金の冠を奉納し、こう刻んだ。
"
τόνδε τοι ἀμβροσίοισιν ἐπὶ πλοκάμοισιν ἔοικε
κεῖσθαι, Λατοΐδα, χρυσοφαῆ στέφανον,
ὃν πόρεν Αἰνεαδᾶν ταγὸς μέγας.
"ラトの息子よ、あなたの不滅の巻き毛の上に、この金に輝く冠が載ることはふさわしい、アイネイアスの末裔たちの偉大なる指導者が授けたものを。
ἀλλʼ,
ἑκάεργε,
ἀλκᾶς τῷ θείῳ κῦδος ὄπαζε Τίτῳ.
さあ、遠矢の神よ、その武勇に対して、神のごときティトスに栄光を与え給え。
" §12.8τῇ δʼ οὖν Κορινθίων πόλει πρὸς τοὺς Ἕλληνας τὸ αὐτὸ δὶς ἤδη συμβέβηκε·
"ともあれ、コリントスの都市はギリシア人に対して、すでに二度も同じことを経験した。
καὶ γὰρ Τίτος ἐν Κορίνθῳ τότε καὶ Νέρων αὖθις καθʼ ἡμᾶς ἐν Κορίνθῳ παραπλησίως Ἰσθμίων ἀγομένων τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφῆκαν, ὁ μὲν διὰ κήρυκος, ὡς εἴρηται, Νέρων δὲ αὐτὸς ἐπὶ τῆς ἀγορᾶς ἀπὸ βήματος ἐν τῷ πλήθει δημηγορήσας.
というのも、当時のティトスも、また後に我々の時代にネロンも、同様にイストミア競技会の開催中にコリントスで、ギリシア人たちを自由かつ自治のものとして解き放ったからである。 前者は、すでに述べたように、伝令官を介してであり、ネロンは、自ら広場の演壇から群衆に向けて演説をすることによってであった。
ἀλλὰ ταῦτα μὲν ὕστερον.
しかし、これらのことは後である。