Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §11.1-11.4

希腊人的欢庆与对罗马解放义举的称赞

第 11 段,共 21 段 · 希腊语

内容简介

提图斯及时避开了热情的群众以确保安全。当晚,希腊人聚餐饮酒,庆祝这不用流血便由罗马人带来的自由,并对比了过去希腊本土领袖导致的内战浩劫与如今罗马异族的义举。

§11.1ὁ δʼ οὖν Τίτος, εἰ μὴ τάχιστα τῆς θέας διαλυθείσης ὑπιδόμενος τὴν φορὰν τοῦ πλήθους καὶ τὸν δρόμον ἐξέκλινεν, οὐκ ἂν ἐδόκει περιγενέσθαι τοσούτων ὁμοῦ καὶ πάντοθεν αὐτῷ περιχεομένων.
且说提图斯,若非在竞技会解散时极快地察觉到群众涌来的势头并避开了他们的去路,那么在如此众多的人同时从四面八方朝他围拢过来的情况下,他似乎是无法幸免于难的。
ὡς δʼ ἀπέκαμον περὶ τὴν σκηνὴν αὐτοῦ βοῶντες ἤδη νυκτὸς οὔσης, αὖθις οὕστινας ἴδοιεν ἢ φίλους ἢ πολίτας ἀσπαζόμενοι καὶ περιπλεκόμενοι, πρὸς δεῖπνα καὶ πότους ἐτρέποντο μετʼ ἀλλήλων.
当夜幕降临,人们在提图斯的帐篷周围欢呼得精疲力竭后,便纷纷与自己遇到的朋友或同胞问候、拥抱,进而一同前去享用晚餐、开怀畅饮。
§11.2ἐν ᾧ καὶ μᾶλλον, ὡς εἰκὸς, ἡδομένοις ἐπῄει λογίζεσθαι καὶ διαλέγεσθαι περὶ τῆς Ἑλλάδος, ὅσους πολεμήσασα πολέμους διὰ τὴν ἐλευθερίαν οὔπω τύχοι βεβαιότερον οὐδὲ ἥδιον αὐτῆς, ἑτέρων προαγωνισαμένων ὀλίγου δεῖν ἀναίμακτος αὐτὴ καὶ ἀπενθὴς φερομένη τὸ κάλλιστον καὶ περιμαχητότατον ἆθλον.
在此期间,正如预料的那样,在喜悦中的人们更自然地想到并谈论起希腊:为了自由进行了多少场战争,却从未比这次更稳固、更令人愉快地获得它;由于他人代为战斗,她自己几乎没有流血、没有悲伤,便获得了这最美丽、最引人争夺的奖赏。
ἦν δʼ ἄρα σπάνιον μὲν ἀνδρεία καὶ φρόνησις ἐν ἀνθρώποις, σπανιώτατον δὲ τῶν ἄλλων ἀγαθῶν ὁ δίκαιος.
原来,在人类之中,勇气与智慧本就罕见,而在所有其他美德中,最罕见的则是公正的人。
§11.3οἱ γὰρ Ἀγησίλαοι καὶ Λύσανδροι καὶ οἱ Νικίαι καὶ οἱ Ἀλκιβιάδαι πολέμους μὲν εὖ διέπειν καὶ μάχας νικᾶν κατά τε γῆν καὶ θάλασσαν ἄρχοντες ἠπίσταντο, χρῆσθαι δὲ πρὸς χάριν εὐγενῆ καὶ τὸ καλὸν οἷς κατώρθουν οὐκ ἔγνωσαν, ἀλλʼ εἰ τὸ Μαραθώνιόν τις ἔργον ἀφέλοι καὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν καὶ Πλαταιὰς καὶ Θερμοπύλας καὶ τὰ πρὸς Εὐρυμέδοντι καὶ τὰ περὶ Κύπρον Κίμωνος ἔργα, πάσας τὰς μάχας ἡ Ἑλλὰς ἐπὶ δουλείᾳ μεμάχηται πρὸς αὑτήν, καὶ πᾶν τρόπαιον αὐτῆς συμφορὰ καὶ ὄνειδος ἐπʼ αὐτὴν ἕστηκε, τὰ πλεῖστα κακίᾳ καὶ φιλονεικίᾳ τῶν ἡγουμένων περιτραπείσης.
因为像阿格西劳斯们、赖桑德们、尼基阿斯们以及阿尔西比亚德斯们这样的领袖,虽然在统帅时懂得如何打好战争并在陆地和海洋上赢得胜利,却不懂得为了高尚的恩泽和美德去运用他们的成就;相反,如果有人除去了马拉松的伟业、萨拉米斯海战、普拉提亚、温泉关,以及西蒙在欧里梅敦和塞浦路斯附近的功绩,那么希腊所进行的所有其他战争,都是为了使自己陷入奴役而与自身交战,她的每一座战胜纪念碑都成了针对她自身的灾难和耻辱,而这大多是由于其领袖们的邪恶和好胜心而使她陷入覆灭的结果。
§11.4ἀλλόφυλοι δὲ ἄνδρες, ἐναύσματα μικρὰ καὶ γλίσχρα κοινωνήματα παλαιοῦ γένους ἔχειν δοκοῦντες, ἀφʼ ὧν καὶ λόγῳ τι καὶ γνώμῃ τῶν χρησίμων ὑπάρξαι τῇ Ἑλλάδι θαυμαστὸν ἦν, οὗτοι τοῖς μεγίστοις κινδύνοις καὶ πόνοις ἐξελόμενοι τὴν Ἑλλάδα δεσποτῶν χαλεπῶν καὶ τυράννων ἐλευθεροῦσι.
然而,那些异族的男子,他们似乎只与古老的血统有着微弱的火星和贫乏的联系,若能从他们那里通过言辞或意愿给希腊带来任何有益之物,都已足堪惊异,但正是这些人,冒着极大的危险,付出极大的劳苦,将希腊解救出来,并从残酷的主子和僭主手中解放了她。

词汇与语法注释

  1. 11.1οὐκ ἂν ἐδόκει περιγενέσθαι — 过去虚拟语气条件句的主句,由过去未完成时动词 ἐδόκει 连同语气词 ἄν 构成,后接不定式 περιγενέσθαι(幸存、脱险)。字面意思是“他似乎无法幸免于难”,表明如果提图斯没有避开,他极有可能会被狂热的群众挤压致死。
  2. 11.2ἑτέρων προαγωνισαμένων — 属格独立结构。说明了与主句主语 ἡ Ἑλλὰς(希腊)不同的“他人”(即罗马人)“替其战斗(或在先战斗)”的原因或背景状况。
  3. 11.3οἷς κατώρθουν — 先行词省略及关系代词的格吸引。原本的结构应为 τούτοις ἃ κατώρθουν(他们所取得成功的那些事),但在先行词被省略后,关系代词 ἅ 被主句动词 χρῆσθαι 所要求的格(与格)吸引成了 οἷς。
  4. 11.4ἀφʼ ὧν — 中性复数关系代词 ὧν 指代前句中的“微弱的火星和贫乏的联系”(ἐναύσματα... κοινωνήματα)。与介词 ἀπό(从……、因……)连用,构成副词短语,带有让步语气,意为“即便从这种微弱的联系中能产生什么有益之物,也是令人惊异的”。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §11.1-11.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:11.1-11.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。