§21.1ὡς οὖν ὁ περὶ τῆς τελευτῆς λόγος ἧκεν εἰς τοὺς Ἀχαιούς, τὰς μὲν πόλεις αὐτῶν κοινὴ κατήφεια καὶ πένθος εἶχεν, οἱ δʼ ἐν ἡλικίᾳ μετὰ τῶν προβούλων συνελθόντες εἰς Μεγάλην πόλιν οὐδʼ ἡντινοῦν ἀναβολὴν ἐποιήσαντο τῆς τιμωρίας, ἀλλʼ ἑλόμενοι στρατηγὸν Λυκόρταν εἰς τὴν Μεσσηνίαν ἐνέβαλον καὶ κακῶς ἐποίουν τὴν χώραν, ἄχρι οὗ συμφρονήσαντες ἐδέξαντο τοὺς Ἀχαιούς.
因此,当他去世的消息传到亚该亚人那里时,他们的城市陷入了一片共同的沮丧和哀痛之中,而适龄服役的青年与议员们在梅加洛波利斯集会,对复仇之事没有做丝毫的延迟,而是推选吕科塔斯为将军,侵入麦塞尼亚并蹂躏了那个地方,直到麦塞尼亚人达成共识,接纳了亚该亚人。
§21.2καὶ Δεινοκράτης μὲν αὐτὸς αὑτὸν φθάσας διεχρήσατο, τῶν δὲ ἄλλων ὅσοις μὲν ἀνελεῖν ἔδοξε Φιλοποίμενα διʼ αὐτῶν ἀπέθνῃσκον, ὅσοις δὲ καὶ βασανίσαι, τούτους ἐπʼ αἰκίαις ἀπολουμένους συνελάμβανεν ὁ Λυκόρτας.
戴诺克拉底本人则先下手自尽,至于其余的人,凡是投票决定处死菲洛波义曼的人都自杀了,而那些还投票要求严刑拷打他的人,吕科塔斯则将他们逮捕,让他们在酷刑中死去。
τὸ δὲ σῶμα καύσαντες αὐτοῦ καὶ τὰ λείψανα συνθέντες εἰς ὑδρίαν ἀνεζεύγνυσαν, οὐκ ἀτάκτως οὐδὲ ὡς ἔτυχεν, ἀλλʼ ἐπινίκιόν πομπήν τινα ἅμα ταῖς ταφαῖς μίξαντες.
他们焚烧了他的遗体,将骨灰收纳在瓮中,然后启程返回,这既非无序也非草率,而是将某种胜利的游行与葬礼结合在一起。
§21.3ἦν μὲν γὰρ ἐστεφανωμένους ἰδεῖν, ἦν δὲ τοὺς αὐτοὺς καὶ δακρύοντας, ἦν δὲ τοὺς ἐχθροὺς δεσμίους ἀγομένους, αὐτὴν δὲ τὴν ὑδρίαν ὑπὸ πλήθους ταινιῶν τε καὶ στεφάνων μόλις ὁρωμένην ἐκόμιζεν ὁ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν παῖς Πολύβιος καὶ περὶ αὑτὸν οἱ πρῶτοι τῶν Ἀχαιῶν.
因为人们既能看到戴着花冠的人,也能看到这些人同时在流泪,还能看到敌人被缚着押送,而那只因覆盖了无数缎带和花冠而几乎看不见的瓮本身,则由亚该亚人将军之子波里比阿捧持,在他周围是亚该亚人的首要人物。
οἱ δὲ στρατιῶται ὠπλισμένοι μὲν αὐτοί, τοῖς δʼ ἵπποις κεκοσμημένοις ἐπηκολούθουν, οὔτε, οἷον ἐπὶ πένθει τοσούτῳ, κατηφεῖς οὔτε τῇ νίκῃ γαυριῶντες.
士兵们自己全副武装,牵着装扮华丽的战马紧随其后,他们既没有因如此沉痛的哀悼而沮丧,也没有因胜利而骄狂。
§21.4ἐκ δὲ τῶν διὰ μέσου πόλεων καὶ κωμῶν ἀπαντῶντες, ὥσπερ αὑτὸν ἀπὸ στρατείας ἐπανιόντα δεξιούμενοι, τῆς ὑδρίας ἐφήπτοντο, καὶ συμπροῆγον εἰς Μεγάλην πόλιν.
沿途城市和村庄里出来迎接的人们,仿佛是在欢迎他出征归来,抚摸着那只瓮,一同护送至梅加洛波利斯。
ὡς οὖν συνανεμείχθησαν αὐτοῖς οἱ πρεσβύτεροι μετὰ γυναικῶν καὶ παίδων, ὀλοφυρμὸς ἤδη διὰ παντὸς ἐχώρει τοῦ στρατεύματος εἰς τὴν πόλιν ἐπιποθοῦσαν τὸν ἄνδρα καὶ βαρέως φέρουσαν, οἰομένην συναποβεβληκέναι τὸ πρωτεύειν ἐν τοῖς Ἀχαιοῖς.
当长者们带着妇女和儿童与他们汇合时,整支军队顿时爆发出一片哀号,一直延伸进城里,城里的居民思念着这个人,并为他的逝去而深感沉痛,认为他们已随他一同失去了在亚该亚人中的领导地位。
§21.5ἐτάφη μὲν οὖν, ὡς εἰκὸς, ἐνδόξως, καὶ περὶ τὸ μνημεῖον οἱ τῶν Μεσσηνίων αἰχμάλωτοι κατελεύσθησαν.
于是,正如理所当然的那样,他被隆重地安葬,在纪念碑周围,麦塞尼亚的战俘被用石头砸死。
οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ, μεγάλων δὲ τιμῶν, ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀνελεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος, ὥσπερ ἔτι ζῶντα, Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι.
虽然有许多他的雕像以及各城市投票通过的崇高荣誉,但在希腊在科林斯周边遭遇不幸事件期间,一个罗马人试图将它们全部消除并控告他,指控他——仿佛他还活着一样——是罗马人的敌人和怀有恶意之人。
§21.6λόγων δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντειπόντος οὔθ ὁ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπέμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι, καίπερ οὐκ ὀλίγα τοῖς περὶ Τίτον καὶ Μάνιον ἐναντιωθέντος, ἀλλὰ τῆς χρείας τὴν ἀρετὴν ἐκεῖνοι καὶ τὸ καλὸν, ὡς ἔοικε, τοῦ λυσιτελοῦς διώριζον, ὀρθῶς καὶ προσηκόντως τοῖς μὲν ὠφελοῦσι μισθὸν καὶ χάριν παρὰ τῶν εὖ παθόντων, τοῖς δʼ ἀγαθοῖς τιμὴν ὀφείλεσθαι παρὰ τῶν ἀγαθῶν ἀεὶ νομίζοντες.
在辩论展开且波里比阿反驳了那个诽谤者之后,无论是莫米乌斯还是使节们,都不忍心抹杀一位杰出人物的荣誉,尽管他曾在不少事情上反对过提图斯和马尼乌斯一行人;相反,他们似乎将美德与实用区分开来,将高尚与利益区分开来,正确且得体地认为,施恩者理应得到受恩者的回报与感激,而善人也理应时刻得到善人的尊敬。
ταῦτα περὶ Φιλοποίμενος.
关于菲洛波义曼的事迹便到此为止。