§5.1στρατηγίαι δὲ αἱ μὲν Κάτωνος οὐδὲν ὡς μεγάλοις πράγμασι μέγα προσέθηκαν, ἐν δὲ ταῖς Ἀριστείδου τὰ κάλλιστα καὶ λαμπρότατα καὶ πρῶτα τῶν Ἑλληνικῶν ἔργων ἐστίν, ὁ Μαραθών, ἡ Σαλαμίς, αἱ Πλαταιαί.
至于他们的将帅才能,卡托的军事行动在重大的事务中并未增添任何伟大的功绩,而在阿里斯提德的行动中,则有着希腊人最美、最辉煌和最重要的伟业:马拉松、萨拉米斯和普拉提亚。
καὶ οὐκ ἄξιον δήπου παραβαλεῖν τῷ Ξέρξῃ τὸν Ἀντίοχον καὶ τὰ περιαιρεθέντα τῶν Ἰβηρικῶν πόλεων τείχη ταῖς τοσαύταις μὲν ἐν γῇ, τοσαύταις δʼ ἐν θαλάσσῃ πεσούσαις μυριάσιν·
当然,将安条克与薛西斯相比,将西班牙诸城镇被拆毁的城壁与在陆地上、在海洋上死伤的千万大军相比,是极不相称的。
§5.2ἐν οἷς Ἀριστείδης ἔργῳ μὲν οὐδενὸς ἐλείπετο, δόξης δὲ καὶ στεφάνων, ὥσπερ ἀμέλει πλούτου καὶ χρημάτων, ὑφήκατο τοῖς μᾶλλον δεομένοις, ὅτι καὶ πάντων τούτων διέφερεν·
在这些战役中,阿里斯提德在实际行动上不落后于任何人,但在名望和桂冠上,就像在财富和金钱上一样,他将它们让给了更需要的人,因为他超越了所有这些事物。
ἐγὼ δʼ οὐ μέμφομαι μὲν Κάτωνος τὸ μεγαλύνειν ἀεί καὶ πρῶτον ἑαυτὸν ἁπάντων τίθεσθαι· καίτοι φησὶν ἔν τινι λόγῳ τὸ ἐπαινεῖν αὑτὸν ὥσπερ τὸ λοιδορεῖν ἄτοπον εἶναι· τελειότερος δέ μοι δοκεῖ πρὸς ἀρετὴν τοῦ πολλάκις ἑαυτὸν ἐγκωμιάζοντος ὁ μηδʼ ἑτέρων τοῦτο ποιούντων δεόμενος.
我并非在指责卡托总是自我夸大并将自己置于众人之首——尽管他自己在某次演说中说,赞美自己和辱骂自己一样是荒谬的——但在我看来,比起那些经常自我赞美的人,一个甚至不需要别人来赞美自己的人,在德行上更为完美。
§5.3τὸ γὰρ ἀφιλότιμον οὐ μικρὸν εἰς πρᾳότητα πολιτικὴν ἐφόδιον, καὶ τοὐναντίον ἡ φιλοτιμία χαλεπὸν καὶ φθόνου γονιμώτατον, ἧς ὁ μὲν ἀπήλλακτο παντάπασιν, ὁ δὲ καὶ πάνυ πολλῆς μετεῖχεν.
因为不求名利是通往政治温和的少许资粮,相反,野心是棘手且最易滋生嫉妒的,阿里斯提德完全免于野心,而卡托则极深地参与其中。
Ἀριστείδης μέν γε Θεμιστοκλεῖ τὰ μέγιστα συμπράττων καὶ τρόπον τινὰ τὴν στρατηγίαν αὐτοῦ δορυφορῶν ὤρθωσε τὰς Ἀθήνας,
阿里斯提德在最重大的事务中与地米斯托克利通力合作,并在某种程度上作为其将帅之职的护卫者,使雅典得以复兴。
§5.4Κάτων δʼ ἀντιπράττων Σκηπίωνι μικροῦ μὲν ἀνέτρεψε καὶ διελυμήνατο τὴν ἐπὶ Καρχηδονίους αὐτοῦ στρατηγίαν, ἐν ᾗ τὸν ἀήττητον Ἀννίβαν καθεῖλε, τέλος δὲ μηχανώμενος ἀεί τινας ὑποψίας καὶ διαβολάς αὐτὸν μὲν ἐξήλασε τῆς πόλεως, τὸν δʼ ἀδελφὸν αἰσχίστῃ κλοπῆς καταδίκῃ περιέβαλεν.
相反,卡托通过反对西庇阿,几乎推翻并毁掉了他对迦太基人的远征,而在那次远征中,西庇阿击败了不可战胜的汉尼拔;最后,卡托通过不断策划某些猜疑和诽谤,将西庇阿本人驱逐出城,并使他的兄弟陷入了最可耻的盗窃罪判决中。