Humanitext Reader

普鲁塔克 · 阿里斯提德与大加图比较列传 §1.1-1.4

出身与政治崛起的背景比较

第 1 段,共 6 段 · 希腊语

内容简介

开始阿里斯提德与大卡托的对比,指出两人在无背景的情况下凭借美德和能力崛起的共同点,同时对比了当时雅典和罗马的不同政治社会环境,以及他们所面对的对手实力的悬殊。

§1.1γεγραμμένων δὲ καὶ περὶ τούτων τῶν ἀξίων μνήμης, ὅλος ὁ τούτου βίος ὅλῳ τῷ θατέρου παρατεθεὶς οὐκ εὐθεώρητον ἔχει τὴν διαφοράν ἐναφανιζομένην πολλαῖς καὶ μεγάλαις ὁμοιότησιν.
尽管关于这些人值得记忆的事迹也已经写成了,但将一人的整个一生与另一人的整个一生放在一起对比时,由于隐藏在许多巨大的相似性之中,其间的差异并不容易辨识。
εἰ δὲ δεῖ κατὰ μέρος τῇ συγκρίσει διαλαβεῖν ὥσπερ ἔπος ἢ γραφὴν ἑκάτερον, τὸ μὲν ἐξ οὐχ ὑπαρχούσης ἀφορμῆς εἰς πολιτείαν καὶ δόξαν ἀρετῇ καὶ δυνάμει προελθεῖν ἀμφοτέροις κοινόν ἐστι.
但是,如果需要通过对比来像鉴赏诗歌或绘画那样部分地剖析各自的生命,那么,在没有任何既有基础的情况下,凭借美德和能力步入政治和声誉之中,这对两者来说都是共同的。
§1.2φαίνεται δʼ ὁ μὲν Ἀριστείδης οὔπω τότε μεγάλων οὐσῶν τῶν Ἀθηνῶν καὶ ταῖς οὐσίαις ἔτι συμμέτροις καὶ ὁμαλοῖς ἐπιβαλὼν δημαγωγοῖς καὶ στρατηγοῖς ἐπιφανὴς γενέσθαι· τὸ γὰρ μέγιστον ἦν τίμημα τότε πεντακοσίων μεδίμνων, τὸ δὲ δεύτερον τριακοσίων, ἔσχατον δὲ καὶ τρίτον διακοσίων·
显而易见,阿里斯提德是在雅典当时尚未变得伟大、且在财产仍适度且均衡的民众领袖和将军中投身其中并变得卓越的;因为当时的最高财产等级估价为五百麦地姆诺,第二等为三百,最后也是第三等则为二百。
§1.3ὁ δὲ Κάτων ἐκ πολίχνης τε μικρᾶς καὶ διαίτης ἀγροίκου δοκούσης φέρων ἀφῆκεν ἑαυτὸν ὥσπερ εἰς πέλαγος ἀχανὲς τὴν ἐν Ῥώμῃ πολιτείαν, οὐκέτι Κουρίων καὶ Φαβρικίων καὶ Ἀτιλίων ἔργον οὖσαν ἡγεμόνων, οὐδʼ ἀπʼ ἀρότρου καὶ σκαφείου πένητας καὶ αὐτουργοὺς ἀναβαίνοντας ἐπὶ τὸ βῆμα προσιεμένην ἄρχοντας καὶ δημαγωγούς, ἀλλὰ πρὸς γένη μεγάλα καὶ πλούτους καὶ νομὰς καὶ σπουδαρχίας ἀποβλέπειν εἰθισμένην, καὶ διʼ ὄγκον ἤδη καὶ δύναμιν ἐντρυφῶσαν τοῖς ἄρχειν ἀξιοῦσιν.
而卡托则从一座小城镇以及被认为粗俗的乡野生活方式中,一跃而入,仿佛投入一片无垠的深海一般,投身于罗马的政治生活之中。 那里的政治已不再是库里乌斯、法布里基乌斯和阿蒂利乌斯等领袖的差事,也不再接受那些贫穷且自食其力的农夫们从犁耙和铲子旁走上讲坛成为执政官和民众领袖,而是已经习惯了仰望名门望族、财富、分赃以及谋官竞选,并且由于其庞大的体量和力量,已经在愚弄和轻慢那些渴望统治的人。
§1.4οὐκ ἦν δʼ ὅμοιον ἀντιπάλῳ χρῆσθαι Θεμιστοκλεῖ μήτʼ ἀπὸ γένους λαμπρῷ καὶ κεκτημένῳ μέτρια πέντε γὰρ ἢ τριῶν ταλάντων οὐσίαν αὐτῷ γενέσθαι λέγουσιν ὅτε πρῶτον ἥπτετο τῆς πολιτείας καὶ πρὸς Σκηπίωνας Ἀφρικανοὺς καὶ Σερουίους Γάλβας καὶ Κοϊντίους Φλαμινίνους ἁμιλλᾶσθαι περὶ πρωτείων, μηδὲν ὁρμητήριον ἔχοντα πλὴν φωνὴν παρρησιαζομένην ὑπὲρ τῶν δικαίων.
视德米斯托克利为对手——他既非出身名门,也仅拥有微薄的财产,据说在他初涉政坛时,其财产只有五个或三个塔兰同——与在没有任何立足点、仅凭为正义而直言不讳的声音下,同阿非利加努斯·西庇阿们、塞尔维乌斯·加尔巴们以及昆克蒂乌斯·弗拉米尼努斯们争夺首位,这两者并不是同等的事情。

词汇与语法注释

  1. 1.1γεγραμμένων δὲ καὶ περὶ τούτων τῶν ἀξίων μνήμης — 属格独立分词结构。γεγραμμένων 可视为中性复数(指代前文关于这两人的生平叙述),意为“关于这些人值得记忆的事迹也已经写成了”。
  2. 1.1ἐναφανιζομένην — 阴性单数宾格现在分词,与 τὴν διαφοράν(差异)一致。与 οὐκ εὐθεώρητον ἔχει 连用,作宾语补足语或限制性修饰成分,表示差异由于隐藏在众多相似性中而不易被察觉。
  3. 1.3φέρων ἀφῆκεν ἑαυτὸν — 现在分词 φέρων 在此作不及物或惯用法,表示“急忙地”、“势头猛烈地”或“毅然地”,强调卡托从乡村生活毅然投身于罗马政坛那波涛汹涌的局势中的果断与迅猛。
  4. 1.4οὐκ ἦν δʼ ὅμοιον ἀντιπάλῳ χρῆσθαι Θεμιστοκλεῖ ... καὶ πρὸς Σκηπίωνας ... ἁμιλλᾶσθαι — 无人称句 οὐκ ἦν ὅμοιον(并非同等之事)的主语是由两个并列的不定式短语构成的:即 ἀντιπάλῳ χρῆσθαι...(以德米斯托克利为对手)与 πρὸς Σκηπίωνας... ἁμιλλᾶσθαι(同西庇阿等人竞争)。

引用这一段

普鲁塔克, 阿里斯提德与大加图比较列传 §1.1-1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg026.humanitext-grc2:1.1-1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。