Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §26.1-26.3

关于阿里斯泰德之死与受贿指控的诸说

第 26 段,共 27 段 · 希腊语

内容简介

探讨关于阿里斯泰德之死的各种说法,将常见的说法(在雅典老死或因公在蓬托斯去世)与马其顿人克拉特鲁斯关于其因受贿罪被判刑的指控进行对比,并指出后者缺乏文献证据。

§26.1τελευτῆσαι δὲ Ἀριστείδην οἱ μὲν ἐν Πόντῳ φασὶν ἐκπλεύσαντα πράξεων ἕνεκα δημοσίων, οἱ δʼ Ἀθήνησι γήρα, τιμώμενον καὶ θαυμαζόμενον ὑπὸ τῶν πολιτῶν.
关于阿里斯泰德的去世,有人说他是因公出海,死于蓬托斯;也有人说他是在雅典因年迈而死,受到公民们的尊敬和爱戴。
κρατερὸς δʼ ὁ Μακεδὼν τοιαῦτά τινα περὶ τῆς τελευτῆς τοῦ ἀνδρὸς εἴρηκε.
然而,马其顿人克拉特鲁斯关于这个男人的死说了这样的话。
μετὰ γὰρ τὴν Θεμιστοκλέους φυγήν φησιν ὥσπερ ἐξυβρίσαντα τὸν δῆμον ἀναφῦσαι πλῆθος συκοφαντῶν, οἳ τοὺς ἀρίστους καὶ δυνατωτάτους ἄνδρας διώκοντες ὑπέβαλλον τῷ φθόνῳ τῶν πολλῶν ἐπαιρομένων ὑπʼ εὐτυχίας καὶ δυνάμεως.
因为他说,在特米斯托克勒逃亡之后,雅典的平民仿佛变得傲慢无礼,涌现出大量的告密者,他们起诉最优秀、最显赫的人,使这些人在因幸运和权力而膨胀的大众的嫉妒面前遭受折磨。
§26.2ἐν τούτοις καὶ Ἀριστείδην ἁλῶναι δωροδοκίας, Διοφάντου τοῦ Ἀμφιτροπῆθεν κατηγοροῦντος, ὡς, ὅτε τοὺς φόρους ἔταττε, παρὰ τῶν Ἰώνων χρήματα λαβόντος· ἐκτῖσαι δʼ οὐκ ἔχοντα τὴν καταδίκην πεντήκοντα μνῶν οὖσαν ἐκπλεῦσαι καὶ περὶ τὴν Ἰωνίαν ἀποθανεῖν.
他说,在这些人中,阿里斯泰德也因受贿罪被判有罪,起诉他的是来自安菲特罗佩的迪奥凡托斯,理由是他在评估贡金时从爱奥尼亚人那里收受了钱财;因为无力支付五十米纳的罚金,他便出海并在爱奥尼亚一带去世。
τούτων δὲ οὐδὲν ἔγγραφον ὁ Κρατερὸς τεκμήριον παρέσχηκεν, οὔτε δίκην οὔτε ψήφισμα, καίπερ εἰωθὼς ἐπιεικῶς γράφειν τὰ τοιαῦτα καὶ παρατίθεσθαι τοὺς ἱστοροῦντας.
然而,克拉特鲁斯对这些事情没有提供任何书面证据,既无诉讼记录也无决议案,尽管他平时习惯于相当仔细地记录此类事情并引用历史记录者。
§26.3οἱ δʼ ἄλλοι πάντες, ὡς ἔπος εἰπεῖν, ὅσοι τὰ πλημμεληθέντα τῷ δήμῳ περὶ τοὺς στρατηγοὺς διεξίασι, τὴν μὲν Θεμιστοκλέους φυγὴν καὶ τὰ Μιλτιάδου δεσμὰ καὶ τὴν Περικλέους ζημίαν καὶ τὸν Πάχητος ἐν τῷ δικαστηρίῳ θάνατον, ἀνελόντος αὑτὸν ἐπὶ τοῦ βήματος ὡς ἡλίσκετο, καὶ πολλὰ τοιαῦτα συνάγουσι καὶ θρυλοῦσιν, Ἀριστείδου δὲ τὸν μὲν ἐξοστρακισμὸν παρατίθενται, καταδίκης δὲ τοιαύτης οὐδαμοῦ μνημονεύουσι.
但是,可以说所有其他的作者,只要是详细叙述平民对将军们所犯下的过失的人,都会收集并反复提及特米斯托克勒的流放、米尔提亚德斯的监禁、伯里克利的罚金,以及帕克斯在法庭上的死亡——他在即将被判有罪时在讲台上自杀,以及许多此类事件,但尽管他们引用了阿里斯泰德的陶片放逐,却绝口不提有这样一次判罪。

词汇与语法注释

  1. 26.1τελευτῆσαι δὲ Ἀριστείδην — 双格与不定式结构,作为主句动词 φασίν(有人说)在间接引语中的宾语。随后的 οἱ δʼ 同样支配省去了 φασίν 的相同不定式结构。
  2. 26.1ὥσπερ ἐξυβρίσαντα τὸν δῆμον — 分词 ἐξυβρίσαντα 为单数阳性宾格,与 τὸν δῆμον(平民)一致。与 ὥσπερ(仿佛)连用,表达了对平民心境或行为的主观比喻。
  3. 26.2ὡς, ὅτε τοὺς φόρους ἔταττε, παρὰ τῶν Ἰώνων χρήματα λαβόντος — 由 ὡς(理由是)引导的属格独立结构(λαβόντος),表示起诉的主观原因或指控。分词 λαβόντος 的隐含主语是阿里斯泰德。此结构嵌套在另一个属格独立结构 Διοφάντου ... κατηγοροῦντος 之下。
  4. 26.2ἐπιεικῶς — 虽然通常意为“适度地”或“温和地”,但此处用于指历史记录的“仔细”、“充分”或“准确”。与不定式 παρατίθεσθαι(引用)连用,刻画了克拉特鲁斯平时详实记录史料的习惯。

引用这一段

普鲁塔克, 阿里斯提德传 §26.1-26.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:26.1-26.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。