§27.1καὶ μέντοι καὶ τάφος ἐστὶν αὐτοῦ Φαληροῖ δεικνύμενος, ὅν φασι κατασκευάσαι τὴν πόλιν αὐτῷ μηδʼ ἐντάφια καταλιπόντι.
实际上,在法勒鲁姆也有展示他的坟墓,据说这是城邦为他建造的,因为他死时甚至没有留下办丧事的费用。
καὶ τὰς μὲν θυγατέρας ἱστοροῦσιν ἐκ τοῦ πρυτανείου τοῖς νυμφίοις ἐκδοθῆναι δημοσίᾳ, τῆς πόλεως τὸν γάμον ἐγγυώσης καὶ προῖκα τρισχιλίας δραχμὰς ἑκατέρᾳ ψηφισαμένης, Λυσιμάχῳ δὲ τῷ υἱῷ μνᾶς μὲν ἑκατὸν ἀργυρίου καὶ γῆς τοσαῦτα πλέθρα πεφυτευμένης ἔδωκεν ὁ δῆμος, ἄλλας δὲ δραχμὰς τέσσαρας εἰς ἡμέραν ἑκάστην ἀπέταξεν, §27.2Ἀλκιβιάδου τὸ ψήφισμα γράψαντος.
历史学家们记载,他的女儿们是由国家出资从议事堂嫁给新郎的,城邦为她们的婚事作保,并决议给她们每人三千德拉克马的嫁妆;而对于他的儿子吕西马科斯,平民给予了他一百米纳的银子以及相同数量的已种植树木的土地,并另外为他每天拨出四德拉克马,该决议案是由阿尔西比亚德斯起草的。
ἔτι δὲ Λυσιμάχου θυγατέρα Πολυκρίτην ἀπολιπόντος, ὡς Καλλισθένης φησί, καὶ ταύτῃ σίτησιν ὅσην καὶ τοῖς Ὀλυμπιονίκαις ὁ δῆμος ἐψηφίσατο.
此外,据卡利斯提尼所说,当吕西马科斯留下一女名为波吕克里特而去世时,平民决议也给予她与奥林匹亚获胜者同等的口粮待遇。
Δημήτριος δʼ ὁ Φαληρεὺς καὶ Ἱερώνυμος ὁ Ῥόδιος καὶ Ἀριστόξενος ὁ μουσικὸς καὶ Ἀριστοτέλης (εἰ δὴ τό γε Περὶ εὐγενείας βιβλίον ἐν τοῖς γνησίοις Ἀριστοτέλους θετέον) ἱστοροῦσι Μυρτὼ θυγατριδῆν Ἀριστείδου Σωκράτει τῷ σοφῷ συνοικῆσαι, γυναῖκα μὲν ἑτέραν ἔχοντι, ταύτην δʼ ἀναλαβόντι χηρεύουσαν διὰ πενίαν καὶ τῶν ἀναγκαίων ἐνδεομένην.
而法勒鲁姆的德米特里乌斯、罗德岛的希罗尼穆斯、音乐家阿里斯托克塞诺斯以及亚里士多德(如果《论高贵出身》这本著作确实应当被列入亚里士多德的真作之中)记载,阿里斯泰德的外孙重温了米尔托曾与智者苏格拉底同居的事迹,苏格拉底虽另有妻子,但因她因贫困而守寡且缺乏生活必需品,便收留了她。
§27.3πρὸς μὲν οὖν τούτους ἱκανῶς ὁ Παναίτιος ἐν τοῖς περὶ Σωκράτους ἀντείρηκεν· ὁ δὲ Φαληρεὺς ἐν τῷ Σωκράτει φησὶ μνημονεύειν Ἀριστείδου θυγατριδοῦν εὖ μάλα πένητα Λυσίμαχον, ὃς ἑαυτὸν μὲν ἐκ πινακίου τινὸς ὀνειροκριτικοῦ παρὰ τὸ Ἰακχεῖον λεγόμενον καθεζόμενος ἔβοσκε.
因此,针对这些学者,巴奈提乌斯在《论苏格拉底》中已作了充分的反驳;但法勒鲁姆的德米特里乌斯在《苏格拉底》中说,他提到过阿里斯泰德的外孙、极其贫困的吕西马科斯,此人坐在所谓的伊阿科斯神庙旁,靠一张解梦的木牌来养活自己。
τῇ δὲ μητρὶ καὶ τῇ ταύτης ἀδελφῇ ψήφισμα γράψας ἔπεισε τὸν δῆμον τροφὴν διδόναι τριώβολον ἑκάστης ἡμέρας.
他为自己的母亲和姨母起草了一份决议案,说服平民每天给她们每人三个奥博尔的救济。
αὐτὸς μέντοι φησὶν ὁ Δημήτριος νομοθετῶν ἀντὶ τριωβόλου δραχμὴν ἑκατέρᾳ τάξαι τῶν γυναικῶν.
然而德米特里乌斯自己说,当他立法时,他为这两位女性每人规定了一德拉克马以代替那三个奥博尔。
§27.4καὶ οὐδέν ἐστι θαυμαστὸν οὕτω φροντίσαι τῶν ἐν ἄστει τὸν δῆμον, ὅπου θυγατριδῆν Ἀριστογείτονος ἐν Λήμνῳ πυθόμενοι ταπεινὰ πράττειν ἀνδρὸς ἀποροῦσαν διὰ πενίαν κατήγαγον Ἀθήναζε, καὶ συνοικίσαντες ἀνδρὶ τῶν εὖ γεγονότων τὸ Ποταμοῖ χωρίον εἰς φερνὴν ἐπέδωκαν.
平民对城中之人如此关怀,这并没有什么可惊奇的,因为当他们得知阿里斯托盖同的一个外孙女在雷姆诺斯岛境遇凄惨、因贫困而无夫可依时,便把她接回了雅典,并让她嫁给了一位出身高贵的人,将波塔莫伊的地方产业作为嫁妆赠予她。
ἧς φιλανθρωπίας καὶ χρηστότητος ἔτι πολλὰ καὶ καθʼ ἡμᾶς ἡ πόλις ἐκφέρουσα δείγματα θαυμάζεται καὶ ζηλοῦται δικαίως.
对于这种仁爱与善良,这座城邦甚至在我们的时代仍展现出许多实例,并理所当然地受到人们的赞赏和效仿。