§13.1οὔσης δὲ μετεώρου τῆς Ἑλλάδος καὶ μάλιστα τοῖς Ἀθηναίοις τῶν πραγμάτων ἐπισφαλῶς ἐχόντων, ἄνδρες ἐξ οἴκων ἐπιφανῶν καὶ χρημάτων μεγάλων πένητες ὑπὸ τοῦ πολέμου γεγονότες καὶ πᾶσαν ἅμα τῷ πλούτῳ τὴν ἐν τῇ πόλει δύναμιν αὑτῶν καὶ δόξαν οἰχομένην ὁρῶντες, ἑτέρων τιμωμένων καὶ ἀρχόντων, συνῆλθον εἰς οἰκίαν τινὰ τῶν ἐν Πλαταιαῖς κρύφα καὶ συνωμόσαντο καταλύσειν τὸν δῆμον· εἰ δὲ μὴ προχωροίη, λυμανεῖσθαι τὰ πράγματα καὶ τοῖς βαρβάροις προδώσειν.
在希腊局势动荡不安、尤其是雅典人的处境极度危险之际,一些出身显赫、曾资产雄厚却因战争而变得贫困的人,眼看自己的权力和名望与财富一同在城邦中消逝,而其他人却受到重用、担任官职,于是他们在普拉提亚的一所民宅中秘密集会,密谋推翻民主政体;如果不能成功,他们便企图破坏国家政局并将其出卖给蛮族。
§13.2πραττομένων δὲ τούτων ἐν τῷ στρατοπέδῳ καὶ συχνῶν ἤδη διεφθαρμένων, αἰσθόμενος ὁ Ἀριστείδης καὶ φοβηθεὶς τὸν καιρόν, ἔγνω μήτʼ ἐᾶν ἀμελούμενον τὸ πρᾶγμα μήθʼ ἅπαν ἐκκαλύπτειν, ἀγνοούμενον εἰς ὅσον ἐκβήσεται πλῆθος ὁ ἔλεγχος τὸν τοῦ δικαίου ζητῶν ὅρον ἀντὶ τοῦ συμφέροντος.
随着这些活动在军营中进行,并且已有许多人遭到腐蚀,阿里斯泰德察觉到了这一点,并对这危急的局势感到担忧。 他决定既不能对该事听之任之,也不能将其彻底公开,因为他不知道,那种舍弃国家便利而一味寻求正义尺度的审查,最终会波及到多么庞大的人群。
§13.3ὀκτὼ δή τινας ἐκ πολλῶν συνέλαβε·
于是,他从众多涉案者中逮捕了大约八个人。
καὶ τούτων δύο μέν, οἷς πρώτοις ἡ κρίσις προεγράφη, οἳ καὶ πλείστην αἰτίαν εἶχον, Αἰσχίνης Λαμπτρεὺς καὶ Ἀγησίας Ἀχαρνεύς, ᾤχοντο φεύγοντες ἐκ τοῦ στρατοπέδου, τοὺς δʼ ἄλλους ἀφῆκε, θαρσῆσαι διδοὺς καὶ μεταγνῶναι τοῖς ἔτι λανθάνειν οἰομένοις, ὑπειπὼν ὡς μέγα δικαστήριον ἔχουσι τὸν πόλεμον ἀπολύσασθαι τὰς αἰτίας ὀρθῶς καὶ δικαίως τῇ πατρίδι βουλευόμενοι.
这其中,有两个人最先被起诉且负有最大罪责,即拉姆普特莱区的埃斯基内斯和阿哈尔奈区的阿格西阿斯,他们从军营中潜逃了。 而阿里斯泰德释放了其余的人,给予那些自以为尚未暴露的人重新振作和悔过自新的机会,并暗示他们:战争就是洗刷罪名的伟大审判法庭,只要他们能为祖国进行正确而公正的谋划。