§12.1Ἀθηναίοις δὲ Τεγεᾶται περὶ τάξεως ἐρίσαντες ἠξίουν, ὥσπερ ἀεί, Λακεδαιμονίων τὸ δεξιὸν ἐχόντων κέρας, αὐτοὶ τὸ εὐώνυμον ἔχειν, πολλὰ τοὺς αὑτῶν προγόνους ἐγκωμιάζοντες.
至于雅典人,特革亚人与他们就阵列中的位置发生争执,要求像往常一样,既然拉刻代蒙人占领右翼,他们自己就应当占领左翼,并极力颂扬他们自己的祖先。
ἀγανακτούντων δὲ τῶν Ἀθηναίων παρελθὼν ὁ Ἀριστείδης εἶπε· Τεγεάταις μὲν ἀντειπεῖν περὶ εὐγενείας καὶ ἀνδραγαθίας ὁ παρὼν καιρὸς οὐ δίδωσι, πρὸς δʼ ὑμᾶς, ὦ Σπαρτιᾶται, καὶ τοὺς ἄλλους Ἕλληνας λέγομεν, ὅτι τὴν ἀρετὴν οὐκ ἀφαιρεῖται τόπος οὐδὲ δίδωσιν·
在雅典人感到愤慨之时,阿里斯泰德走上前来说道: “眼下的时机并不允许我们对特革亚人关于高贵出身与英勇进行反驳。 但对你们,斯巴达人,以及其他希腊人,我们要说,位置既不会剥夺德行,也不会赋予德行。
ἣν δʼ ἂν ὑμεῖς ἡμῖν τάξιν ἀποδῶτε πειρασόμεθα κοσμοῦντες καὶ φυλάττοντες μὴ καταισχύνειν τοὺς προηγωνισμένους ἀγῶνας.
无论你们分配给我们什么样的位置,我们都将努力维护并坚守它,绝不辱没先辈们曾经进行过的那些斗争。
§12.2ἥκομεν γὰρ οὐ τοῖς συμμάχοις στασιάσοντες, ἀλλὰ μαχούμενοι τοῖς πολεμίοις, οὐδʼ ἐπαινεσόμενοι τοὺς πατέρας, ἀλλʼ αὑτοὺς ἄνδρας ἀγαθοὺς τῇ Ἑλλάδι παρέξοντες·
因为我们来此不是为了与同盟者发生内讧,而是为了与敌人战斗;不是为了颂扬我们的父辈,而是为了向希腊展现我们自己是优秀的男子汉。
ὡς οὗτος ὁ ἀγὼν δείξει καὶ πόλιν καὶ ἄρχοντα καὶ ἰδιώτην ὁπόσου τοῖς Ἕλλησιν ἄξιός ἐστι.
因为这场战斗将会表明,城邦、将领和普通士兵,对希腊人而言究竟有多大的价值。
ταῦτʼ ἀκούσαντες οἱ σύνεδροι καὶ ἡγεμόνες ἀπεδέξαντο τοὺς Ἀθηναίους καὶ θάτερον αὐτοῖς κέρας ἀπέδοσαν.
” 听了这番话,会议代表和将领们认可了雅典人,并将另一翼分配给了他们。