§2.1ἐπεὶ τοίνυν Πελοπίδας μὲν οὐδεμίαν ἡττήθη μάχην στρατηγῶν, Μάρκελλος δὲ πλείστας τῶν καθʼ αὑτὸν Ῥωμαίων ἐνίκησε, δόξειεν ἂν ἴσως τῷ δυσνικήτῳ πρὸς τὸ ἀήττητον ὑπὸ πλήθους τῶν κατωρθωμένων ἐπανισοῦσθαι.
因此,既然伯罗皮达斯在担任将领时未曾输过一场战役,而马塞拉斯则在他同时代的罗马人中赢得了最多场胜利,那么由于他众多功绩,“难以被击败”也许会被视为等同于“保持不败”。
καὶ μὴν οὗτος μὲν εἷλε Συρακούσας, ἐκεῖνος δὲ τῆς Λακεδαίμονος ἀπέτυχεν.
而且,确实前者攻占了叙拉古,而后者在攻打拉刻代蒙时失败了。
ἀλλʼ οἶμαι μεῖζον εἶναι τοῦ καταλαβεῖν Σικελίαν τὸ τῇ Σπάρτῃ προσελθεῖν καὶ διαβῆναι πρῶτον ἀνθρώπων πολέμῳ τὸν Εὐρώταν,
但我认为,逼近斯巴达并作为人类中第一人以战争方式渡过欧罗塔斯河,比占领西西里更为伟大。
§2.2εἰ μὴ νὴ Δία τοῦτο μὲν φήσει τις τὸ ἔργον Ἐπαμεινώνδᾳ μᾶλλον ἢ Πελοπίδᾳ προσήκειν, ὥσπερ καὶ τὰ Λεῦκτρα, τῶν δὲ Μαρκέλλῳ διαπεπραγμένων ἀκοινώνητον εἶναι τὴν δόξαν.
除非——凭着宙斯起誓——有人会说这一功绩与留克特拉战役一样,更多是属于伊巴密浓达而非伯罗皮达斯,而马塞拉斯所成就的事迹之荣耀则是无法分享的。
καὶ γὰρ Συρακούσας μόνος εἷλε, καὶ Κελτοὺς ἄνευ τοῦ συνάρχοντος ἐτρέψατο, καὶ πρὸς Ἀννίβαν μηδενὸς συλλαμβάνοντος, ἀλλὰ καὶ πάντων ἀποτρεπόντων, ἀντιταξάμενος καὶ μεταβαλὼν τὸ σχῆμα τοῦ πολέμου πρῶτος ἡγεμὼν τοῦ τολμᾶν κατέστη.
因为他确实独自攻占了叙拉古,且在没有同僚的情况下击退了凯尔特人,并且在无人协助、甚至所有人都在劝阻的情况下,挺身对抗汉尼拔并改变了战争的局势,成为了展现勇气的首位领袖。