§3.1τὴν τοίνυν τελευτὴν ἐπαινῶ μὲν οὐδετέρου τῶν ἀνδρῶν, ἀλλʼ ἀνιῶμαι καὶ ἀγανακτῶ τῷ παραλόγῳ τοῦ συμπτώματος·
因此,我并不赞赏这两位杰出人物中任何一人的死,反而对这一意外变故的无理感到痛心和愤慨。
καὶ θαυμάζω μὲν ἐν μάχαις τοσαύταις ὅσαις ἀποκάμοι τις ἂν καταριθμῶν, μηδὲ τρωθέντα τὸν Ἀννίβαν, ἄγαμαι δὲ καὶ τὸν ἐν τῇ Παιδείᾳ Χρυσάνταν, ὃς διηρμένος κοπίδα καὶ παίειν μέλλων πολέμιον, ὡς ὑπεσήμηνεν ἡ σάλπιγξ ἀνακλητικόν, ἀφεὶς τὸν ἄνδρα μάλα πρᾴως καὶ κοσμίως ἀνεχώρησεν.
我固然惊讶于汉尼拔在多到令人数不胜数的战役中甚至从未受伤,但也同样钦佩《居鲁士的教育》中的克里桑塔斯,他正举起弯刀准备砍向敌人时,一听到小号吹响撤退信号,便立刻放过那人,极为温和且守纪律地撤退了。
§3.2οὐ μὴν ἀλλὰ τὸν Πελοπίδαν ποιεῖ συγγνωστὸν ἅμα τῷ τῆς μάχης καιρῷ παραθερμον ὄντα καὶ πρὸς τὴν ἄμυναν οὐκ ἀγεννῶς ἐκφέρων ὁ θυμός· ἄριστον μὲν γὰρ νικῶντα σῴζεσθαι τὸν στρατηγόν,
εἰ δὲ θανεῖν, εἰς ἀρετὴν καταλύσαντα βίον,
ὡς Εὐριπίδης φησίν.
尽管如此,伯罗皮达斯也是可以理解的,因为他的怒火在战斗的时机中被点燃,并且不失高贵地驱使他去复仇;因为对于将领来说,最完美的是在胜利中保全生命, “但若要死,便在美德中结束生命,” 正如欧里庇得斯所说。
οὕτω γὰρ οὐ πάθος, ἀλλὰ πρᾶξις γίνεται τοῦ τελευτῶντος ὁ θάνατος.
因为这样一来,逝者的死亡便不是一种被动的消极承受,而是一种主动的积极作为。
§3.3πρὸς δὲ τῷ θυμῷ τοῦ Πελοπίδου καὶ τὸ τέλος αὐτὸ τὸ τῆς νίκης ἐν τῷ πεσεῖν τὸν τύραννον ὁρώμενον οὐ παντάπασιν ἀλόγως ἐπεσπάσατο τὴν ὁρμήν· χαλεπὸν γὰρ ἑτέρας οὕτω καλὴν καὶ λαμπρὰν ἐχούσης ὑπόθεσιν ἀριστείας ἐπιλαβέσθαι.
此外,除了伯罗皮达斯的怒火之外,在僭主的倒下中清晰可见的胜利结局,也并非完全不合理地吸引了他的冲动;因为很难再找到另一个具有如此美丽和辉煌前提的展现英勇的机会。
Μάρκελλος δὲ, μήτε χρείας μεγάλης ἐπικειμένης, μήτε τοῦ παρὰ τὰ δεινὰ πολλάκις ἐξιστάντος τὸν λογισμὸν ἐνθουσιασμοῦ παρεστῶτος, ὠσάμενος ἀπερισκέπτως εἰς κίνδυνον οὐ στρατηγοῦ πτῶμα, προδρόμου δέ τινος ἢ κατασκόπου πέπτωκεν, §3.4ὑπατείας πέντε καὶ τρεῖς θριάμβους καὶ σκῦλα καὶ τροπαιοφορίας ἀπὸ βασιλέων τοῖς προαποθνῄσκουσι Καρχηδονίων Ἴβηρσι καὶ Νομάσιν ὑποβαλών.
然而,马塞拉斯在既没有重大迫切需求,也没有那份在危难中常常使理性丧失判断力的狂热在场的情况下,鲁莽地冲入危险之中,其倒下不似一位将军,倒像是一个前哨或侦察兵,将他的五次执政官荣誉、三次凯旋式、以及从国王们那里夺来的战利品和战功抛掷在那些为迦太基人效力而先死去的伊比利亚和努米底亚雇佣兵脚下。
ὥστε νεμεσῆσαι αὐτοὺς ἐκείνους ἑαυτοῖς τοῦ κατορθώματος, ἄνδρα Ῥωμαίων ἄριστον ἀρετῇ καὶ δυνάμει μέγιστον καὶ δόξῃ λαμπρότατον ἐν τοῖς Φρεγελλανῶν προδιερευνηταῖς παραναλῶσθαι.
以至于连那些敌人自己都对自己的成功感到惭愧,因为在罗马人中德行最优秀、权力最伟大、名声最显赫的人物,竟然在弗雷格莱人的前哨侦察中白白牺牲了。
§3.5χρὴ δὲ ταῦτα μὴ κατηγορίαν εἶναι τῶν ἀνδρῶν νομίζειν, ἀλλʼ ὡς ἀγανάκτησίν τινα καὶ παρρησίαν ὑπὲρ αὐτῶν ἐκείνων πρὸς αὐτοὺς καὶ τὴν ἀνδρείαν αὐτῶν, εἰς ἣν τὰς ἄλλας κατανάλωσαν ἀρετάς ἀφειδήσαντες τοῦ βίου καὶ τῆς ψυχῆς, ὥσπερ ἑαυτοῖς, οὐ ταῖς πατρίσι μᾶλλον καὶ φίλοις καὶ συμμάχοις, ἀπολλυμένων.
但我们绝不能认为这些话是对他们的指责,而更应看作是代表他们自身、针对他们自己及其勇气的某种愤慨和直言直语。 因为他们为了这勇气而牺牲了其他的德行,不惜抛弃生命和灵魂,仿佛他们死去只是为了他们自己,而不是为了他们的祖国、朋友和盟友。
§3.6μετὰ δὲ τὸν θάνατον Πελοπίδας μὲν τοὺς συμμάχους ταφεῖς ἔσχεν, ὑπὲρ ὧν ἀπέθανε, Μάρκελλος δὲ τοὺς πολεμίους, ὑφʼ ὧν ἀπέθανε, ζηλωτὸν μὲν οὖν ἐκεῖνο καὶ μακάριον, κρεῖττον δὲ καὶ μεῖζον εὐνοίας χάριν ἀμειβομένης ἔχθρα λυποῦσαν ἀρετὴν θαυμάζουσα.
在他们死后,伯罗皮达斯拥有他为其而死的盟友作为安葬者;而马塞拉斯则拥有杀死他的敌人作为安葬者。 前者固然令人羡慕且幸福,但后者更为卓越且伟大——敌意因痛苦而对折磨它的美德表示赞叹,胜过好意以感恩作为回报。
τὸ γὰρ καλὸν ἐνταῦθα τὴν τιμὴν ἔχει μόνον, ἐκεῖ δὲ τὸ λυσιτελὲς καὶ ἡ χρεία μᾶλλον ἀγαπᾶται τῆς ἀρετῆς.
因为在后者的情形中,唯有高尚本身获得荣耀;而在前者的情形中,实用与需求比美德更受喜爱。