Humanitext Reader

普鲁塔克 · 佩洛皮达斯与马塞卢斯比较列传 §1.1-1.7

马塞拉斯与伯罗皮达斯的品格与战功比较

第 1 段,共 3 段 · 希腊语

内容简介

作者比较了马塞拉斯与伯罗皮达斯的性格和军事功绩,强调了他们在仁慈度上的差异、各自最伟大的战役,以及马塞拉斯在面对强敌汉尼拔时重建罗马军队斗志的关键作用。

§1.1ὅσα μὲν οὖν ἔδοξεν ἡμῖν ἀναγραφῆς ἄξια τῶν ἱστορημένων περὶ Μαρκέλλου καὶ Πελοπίδου, ταὐτά ἔστι.
在关于马塞拉斯与伯罗皮达斯的历史叙述中,凡是由于我们认为值得记录而写下来的,就是这些。
τῶν δὲ κατὰ τὰς φύσεις καὶ τὰ ἤθη κοινοτήτων ὥσπερ ἐφαμίλλων οὐσῶν καὶ γὰρ ἀνδρεῖοι καὶ φιλόπονοι καὶ θυμοειδεῖς καὶ μεγαλόφρονες ἀμφότεροι γεγόνασιν, ἐκεῖνο δόξειεν ἂν διαφορὰν ἔχειν μόνον, ὅτι Μάρκελλος μὲν ἐν πολλαῖς πόλεσιν ὑποχειρίοις γενομέναις σφαγὰς ἐποίησεν, Ἐπαμεινώνδας δὲ καὶ Πελοπίδας οὐδένα πώποτε κρατήσαντες ἀπέκτειναν οὐδὲ πόλεις ἠνδραποδίσαντο.
至于他们天性与性格上的共同点,由于它们仿佛不相上下——因为两人都同样勇敢、勤勉、热烈而气宇轩昂——这一点似乎成了他们之间唯一的区别:马塞拉斯在许多落入他手掌心的城市中实行了屠杀,而伊巴密浓达和伯罗皮达斯则从未杀死过任何被他们征服的人,也从未使任何城市沦为奴隶。
λέγονται δὲ Θηβαῖοι μηδὲ Ὀρχομενίους ἂν οὕτω μεταχειρίσασθαι παρόντων ἐκείνων·
据说,如果他们两人当时在场,底比斯人甚至也不会对奥尔科梅诺斯人做出那样严酷的处理。
§1.2ἐν δὲ ταῖς πράξεσι θαυμαστὰ μὲν καὶ μεγάλα τοῦ Μαρκέλλου τὰ πρὸς Κελτούς, ὠσαμένου τοσοῦτον πλῆθος ἱππέων ὁμοῦ καὶ πεζῶν ὀλίγοις τοῖς περὶ αὐτὸν ἱππεῦσιν, ὃ ῥᾳδίως ὑφʼ ἑτέρου στρατηγοῦ γεγονὸς οὐχ ἱστόρηται, καὶ τὸν ἄρχοντα τῶν πολεμίων ἀνελόντος·
在功绩方面,马塞拉斯对抗凯尔特人的行动是惊人而伟大的,他仅凭自己身边的少数骑兵,就击退了如此庞大的骑兵与步兵联军——这件事在历史上未曾记载过有任何其他将领能够轻易做到——而且他还亲手击杀了敌方的统帅。
ἐν ᾧ τρόπῳ Πελοπίδας ἔπταισεν ὁρμήσας ἐπὶ ταὐτά, προαναιρεθεὶς δὲ ὑπὸ τοῦ τυράννου καὶ παθὼν πρότερον ἢ δράσας.
在这一点上,伯罗皮达斯在渴望达到同样目的而向前冲锋时失败了,他被僭主抢先杀害,在对敌人施加打击之前自己先遭遇了不幸。
§1.3οὐ μὴν ἀλλὰ τούτοις μὲν ἔστι παραβαλεῖν τὰ Λεῦκτρα καὶ Τεγύρας, ἐπιφανεστάτους καὶ μεγίστους ἀγώνων, κρυφαίαν δὲ σὺν λόχῳ κατωρθωμένην πρᾶξιν οὐκ ἔχομεν τοῦ Μαρκέλλου παραβαλεῖν οἷς Πελοπίδας περὶ τὴν ἐκ φυγῆς κάθοδον καὶ ἀναίρεσιν τῶν ἐν Θήβαις τυράννων ἔπραξεν, ἀλλʼ ἐκεῖνο πολὺ πάντων ἔοικε πρωτεύειν τῶν ὑπὸ σκότῳ καὶ διʼ ἀπάτης γεγενημένων τὸ ἔργον.
然而,在这些功绩面前,人们可以用留克特拉和特基拉这两场最辉煌、最伟大的战役与之抗衡;但是,对于在暗中率领一支小分队成功完成的行动,我们却无法在马塞拉斯那里找到任何可以与伯罗皮达斯在结束流亡归国及消灭底比斯僭主时所做的事情相媲美的事迹。 相反,那次行动似乎在所有依靠黑暗和欺骗所完成的事业中,远远占据着首位。
§1.4Ἀννίβας φοβερὸς μὲν καὶ δεινὸς ἐνέκειτο Ῥωμαίοις, ὥσπερ ἀμέλει Λακεδαιμόνιοι τότε Θηβαίοις, ἐνδοῦναι δὲ τούτους μὲν Πελοπίδᾳ καὶ περὶ Τεγύρας καὶ περὶ Λεῦκτρα βέβαιόν ἐστιν, Ἀννίβαν δὲ Μάρκελλος, ὡς μὲν οἱ περὶ Πολύβιον λέγουσιν, οὐδὲ ἅπαξ ἐνίκησεν, ἀλλʼ ἀήττητος ὁ ἁνὴρ δοκεῖ διαγενέσθαι μέχρι Σκηπίωνος·
汉尼拔当时对罗马人构成了可怕而凶猛的威胁,正如那时斯巴达人之于底比斯人一样。 虽然斯巴达人在特基拉和留克特拉向伯罗皮达斯屈服是确凿疑问的事,但至于汉尼拔,正如波利比乌斯及其追随者所说,马塞拉斯甚至一次也没有击败过他,相反,那个人似乎一直保持不败,直到西庇阿出现为止。
§1.5ἡμεῖς δὲ Λιβίῳ, Καίσαρι καὶ Νέπωτι καὶ τῶν Ἑλληνικῶν τῷ βασιλεῖ Ἰόβᾳ πιστεύομεν, ἥττας τινὰς καὶ τροπὰς ὑπὸ Μαρκέλλου τῶν σὺν Ἀννίβᾳ, γενέσθαι· μεγάλην δὲ αὗται ῥοπὴν οὐδεμίαν ἐποίησαν, ἀλλʼ ἔοικε ψευδόπτωμά τι γενέσθαι περὶ τὸν Λίβυν ἐν ταῖς συμπλοκαῖς ἐκείναις.
但我们相信李维、凯撒、尼波斯以及希腊作家中国王尤巴的说法,即汉尼拔的部众曾遭到马塞拉斯的一些击败和击退;然而,这些胜利并没有产生任何重大的形势改变,反而那似乎只是那位利比亚人在那些交战中发生的一些失误。
§1.6ὃ δὴ κατὰ λόγον καὶ προσηκόντως ἐθαυμάσθη, μετὰ τοσαύτας τροπὰς στρατοπέδων καὶ φόνους στρατηγῶν καὶ σύγχυσιν ὅλης ὁμοῦ τῆς Ῥωμαίων ἡγεμονίας εἰς ἀντίπαλα τῷ θαρρεῖν καθισταμένων· ὁ γὰρ ἐκ πολλοῦ τοῦ πάλαι περιδεοῦς καὶ καταπεπληγότος αὖθις ἐμβαλὼν τῷ στρατεύματι ζῆλον καὶ φιλονεικίαν πρὸς τοὺς πολεμίους, §1.7καὶ τοῦτο δὴ τὸ μὴ ῥᾳδίως τῆς νίκης ὑφιέμενον, ἀλλὰ καὶ ἀμφισβητοῦν τε καὶ φιλοτιμούμενον ἐπάρας καὶ θαρρύνας, εἷς ἀνὴρ ἦν, Μάρκελλος·
而这确实是理所当然并恰如其分地受到赞叹的:在军队经历了如此多次的溃败、将领屡屡被杀、以及整个罗马帝国陷入一片混乱之后,他们竟然能够重新树立起与敌人相抗衡的勇气;因为正是他,在军队长期处于极度恐惧和惊慌失措之后,重新将对抗敌人的热枕与竞争之心注入军中,并且激发起、鼓舞起这种绝不轻易让出胜利、而是去争夺并力求荣耀的精神的,这唯一的一人,就是马塞拉斯。
εἰθισμένους γὰρ ὑπὸ τῶν συμφορῶν, εἰ φεύγοντες ἐκφύγοιεν Ἀννίβαν, ἀγαπᾶν, ἐδίδαξεν αἰσχύνεσθαι σῳζομένους μεθʼ ἥττης, αἰδεῖσθαι δὲ παρὰ μικρὸν ἐνδόντας, ἀλγεῖν δὲ μὴ κρατήσαντας.
因为对于那些由于遭受灾祸,曾习惯于只要能通过逃跑而避开汉尼拔便心满意足的人,他教会了他们去以战败而苟活为耻,以哪怕只让步一点点为羞愧,以未能获胜而感到痛苦。

词汇与语法注释

  1. §1.1τῶν δὲ κατὰ τὰς φύσεις καὶ τὰ ἤθη κοινοτήτων ὥσπερ ἐφαμίλλων οὐσῶν — 这是一个属格独立结构(genitive absolute),对后续主句 'ἐκεῖνο δόξειεν ἂν...' 起到提供原因或背景前提的作用(意为“由于他们在天性与性格上的共同点仿佛不相上下”)。
  2. §1.1μηδὲ Ὀρχομενίους ἂν οὕτω μεταχειρίσασθαι παρόντων ἐκείνων — 由被动动词 'λέγονται' 引导的带对格不定式结构。虚词 'ἄν' 修饰不定式 'μεταχειρίσασθαι',表示过去虚拟条件句的归结从句(“本不会这样处理……”)。其条件从句由属格独立结构分词句 'παρόντων ἐκείνων'(“如果那些人在场的话”)来表达。
  3. §1.6ὁ γὰρ ἐκ πολλοῦ τοῦ πάλαι περιδεοῦς καὶ καταπεπληγότος αὖθις ἐμβαλὼν τῷ στρατεύματι ζῆλον καὶ φιλονεικίαν — 这标志着一个由实体化冠词 'ὁ' 引导的极长主语短语的开始,该主语一直延续到 §1.7 中的谓语部分 'εἷς ἀνὴρ ἦν, Μάρκελλος'。冠词 'ὁ' 支配了此处的分词 'ἐμβαλών' 以及 §1.7 中的分词 'ἐπάρας καὶ θαρρύνας',整句意为“那个重新向军队注入……并激发起、鼓舞起……的人”。

引用这一段

普鲁塔克, 佩洛皮达斯与马塞卢斯比较列传 §1.1-1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg023.humanitext-grc2:1.1-1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。